Interclausal Relations in the Corpus Paulinum

in Pauline Language and the Pastoral Epistles
Open Access

If the inline PDF is not rendering correctly, you can download the PDF file here.

Romans

(1:1) Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος {ἐπέστειλα}↓↓

ἀφωρισµένος εἰς εὐαγγέλιον θεοῦ,

(2) ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις (3) περὶ τοῦ υἱοῦαὐτοῦ↓

τοῦ γενοµένου ἐκ σπέρµατος Δαυὶδ κατὰ σάρκα,

(4) τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάµει κατὰ πνεῦµα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν,

↑ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡµῶν,

(5) δι’ οὗ ἐλάβοµεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόµατος αὐτοῦ,

(6) ἐν οἷς ἐστε καὶ ὑµεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,

↑↑ (7) πᾶσιν↓

τοῖς οὖσιν ἐν Ῥώµῃ

↑ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις,

χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(8) Πρῶτον “µὲν εὐχαριστῶ τῷ θεῷ µου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑµῶν

ὅτι” ἡ πίστις ὑµῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσµῳ.

(9) µάρτυς γάρ µού ἐστιν ὁ θεός,

ᾧ λατρεύω ἐν τῷ πνεύµατί µου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ,

ὡς ἀδιαλείπτως µνείαν ὑµῶν ποιοῦµαι

(10) πάντοτε ἐπὶ τῶν προσευχῶν µου δεόµενος

εἴ πως ἤδη ποτὲ εὐοδωθήσοµαι ἐν τῷ θελήµατι τοῦ θεοῦ

ἐλθεῖν πρὸς ὑµᾶς.

(11) ἐπιποθῶ γὰρ

ἰδεῖν ὑµᾶς,

ἵνα τι µεταδῶ χάρισµα ὑµῖν πνευµατικὸν

εἰς τὸ στηριχθῆναι ὑµᾶς,

(12) τοῦτο δέ ἐστιν

συµπαρακληθῆναι ἐν ὑµῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑµῶν τε καὶ ἐµοῦ.

(13) οὐ θέλω δὲ ὑµᾶς↓

ἀγνοεῖν,

↑ ἀδελφοί,

ὅτι πολλάκις προεθέµην

ἐλθεῖν πρὸς ὑµᾶς,

—καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο,—

ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑµῖν

καθὼς {ἔσχον} καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.

(14) Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰµί,

(15) οὕτως {ἐστιν} τὸ κατ’ ἐµὲ πρόθυµον

καὶ ὑµῖν τοῖς ἐν Ῥώµῃ εὐαγγελίσασθαι.

(16) Οὐ γὰρ ἐπαισχύνοµαι τὸ εὐαγγέλιον,

δύναµις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν↓

παντὶ τῷ πιστεύοντι,

↑ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.

(17) δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν,

καθὼς γέγραπται·

ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

(18) Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων

τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,

(19) διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς·

ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.

(20) τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσµου↓

τοῖς ποιήµασιν νοούµενα

↑ καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναµις καὶ θειότης,

εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους,

(21) διότι↓

γνόντες τὸν θεὸν

↑ οὐχ ὡς θεὸν ἐδόξασαν

ἢ ηὐχαρίστησαν,

ἀλλ’ ἐµαταιώθησαν ἐν τοῖς διαλογισµοῖς αὐτῶν

καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.

(22) φάσκοντες

εἶναι σοφοὶ

ἐµωράνθησαν

(23) καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁµοιώµατι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.

(24) Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυµίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν

τοῦ ἀτιµάζεσθαι τὰ σώµατα αὐτῶν ἐν αὐτοῖς·

(25) οἵτινες µετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει

καὶ ἐσεβάσθησαν

καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα,

ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀµήν.

(26) Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιµίας,

αἵ τε γὰρ θήλειαι αὐτῶν µετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,

(27) ὁµοίως τε καὶ οἱ ἄρσενες↓

ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας

↑ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους,

ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχηµοσύνην κατεργαζόµενοι

καὶ τὴν ἀντιµισθίαν↓

ἣν ἔδει

↑ τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαµβάνοντες.

(28) Καὶ↓

καθὼς οὐκ ἐδοκίµασαν

τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει,

↑ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιµον νοῦν,

ποιεῖν τὰ µὴ καθήκοντα,

(29) πεπληρωµένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, µεστοὺς {ὄντας}, φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, (30) καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, (31) ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήµονας·

(32) οἵτινες ↓↓

τὸ δικαίωµα τοῦ θεοῦ ἐπιγνόντες

ὅτι↓

οἱ τὰ τοιαῦτα πράσσοντες

↑ ἄξιοι θανάτου εἰσίν,

↑↑ οὐ µόνον αὐτὰ ποιοῦσιν

ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

(2:1) Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε

πᾶς ὁ κρίνων·

ἐν ᾧ↓

γὰρ↓

↑ κρίνεις τὸν ἕτερον,

↑ σεαυτὸν κατακρίνεις,

τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.

(2) οἴδαµεν δὲ

ὅτι τὸ κρίµα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν

ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.

(3) λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε

ὁ κρίνων

τοὺς τὰ τοιαῦτα πράσσοντας

καὶ ποιῶν αὐτά,

ὅτι σὺ ἐκφεύξῃ τὸ κρίµα τοῦ θεοῦ;

(4) ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς µακροθυµίας καταφρονεῖς,

ἀγνοῶν

ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς µετάνοιάν σε ἄγει;

(5) κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀµετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡµέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ

(6) ὃς “ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·

(7) τοῖς µὲν καθ’ ὑποµονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιµὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον,

(8) τοῖς δὲ ἐξ ἐριθείας {οὖσιν}↓

καὶ ἀπειθοῦσιν τῇ ἀληθείᾳ

πειθοµένοις δὲ τῇ ἀδικίᾳ

↑ ὀργὴ καὶ θυµός.”

(9) θλῖψις καὶ στενοχωρία {ἔσονται} ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου↓

τοῦ κατεργαζοµένου τὸ κακόν,

↑ Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·

(10) δόξα δὲ καὶ τιµὴ καὶ εἰρήνη {ἔσονται}↓

παντὶ τῷ ἐργαζοµένῳ τὸ ἀγαθόν,

↑ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·

(11) οὐ γάρ ἐστιν προσωποληµψία παρὰ τῷ θεῷ.

(12) Ὅσοι↓

γὰρ↓

↑ ἀνόµως ἥµαρτον,

↑ ἀνόµως καὶ ἀπολοῦνται,

καὶ↓

ὅσοι ἐν νόµῳ ἥµαρτον,

↑ διὰ νόµου κριθήσονται·

(13) οὐ γὰρ οἱ ἀκροαταὶ νόµου δίκαιοι {εἰσίν} παρὰ τῷ θεῷ,

ἀλλ’ οἱ ποιηταὶ νόµου δικαιωθήσονται.

(14) ὅταν↓

γὰρ↓↓

↑ ἔθνη↓

τὰ µὴ νόµον ἔχοντα

↑ φύσει τὰ τοῦ νόµου ποιῶσιν,

↑↑ οὗτοι↓

νόµον µὴ ἔχοντες

↑ ἑαυτοῖς εἰσιν νόµος·

(15) οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόµου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν,

συµµαρτυρούσης αὐτῶν τῆς συνειδήσεως

καὶ µεταξὺ ἀλλήλων τῶν λογισµῶν κατηγορούντων

ἢ καὶ ἀπολογουµένων, (16) ἐν ἡµέρᾳ

ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν µου διὰ Χριστοῦ Ἰησοῦ.

(17) “Εἰ↓

δὲ

↑ σὺ Ἰουδαῖος ἐπονοµάζῃ

καὶ ἐπαναπαύῃ νόµῳ

καὶ καυχᾶσαι ἐν θεῷ

(18) καὶ γινώσκεις τὸ θέληµα

καὶ δοκιµάζεις τὰ διαφέροντα

κατηχούµενος ἐκ τοῦ νόµου,

(19) πέποιθάς τε

{ὅτι} σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, (20) παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων,

ἔχοντα τὴν µόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόµῳ·

(21) ὁ↓

οὖν↓

↑ διδάσκων ἕτερον

↑ σεαυτὸν οὐ διδάσκεις;”

ὁ κηρύσσων

µὴ κλέπτειν

κλέπτεις;

(22) ὁ λέγων

µὴ µοιχεύειν

µοιχεύεις;

ὁ βδελυσσόµενος τὰ εἴδωλα

ἱεροσυλεῖς;

(23) ὃς ἐν νόµῳ καυχᾶσαι,

διὰ τῆς παραβάσεως τοῦ νόµου τὸν θεὸν ἀτιµάζεις·

(24) τὸ γὰρ ὄνοµα τοῦ θεοῦ δι’ ὑµᾶς βλασφηµεῖται ἐν τοῖς ἔθνεσιν,

καθὼς γέγραπται.

(25) Περιτοµὴ µὲν γὰρ ὠφελεῖ

ἐὰν νόµον πράσσῃς·

ἐὰν δὲ παραβάτης νόµου ᾖς,

ἡ περιτοµή σου ἀκροβυστία γέγονεν.

(26) ἐὰν↓

οὖν↓

↑ ἡ ἀκροβυστία τὰ δικαιώµατα τοῦ νόµου φυλάσσῃ,

↑ οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτοµὴν λογισθήσεται;

(27) καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία↓

τὸν νόµον τελοῦσα

↑ σὲ τὸν διὰ γράµµατος καὶ περιτοµῆς παραβάτην νόµου.

(28) οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν

οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτοµή {ἐστιν},

(29) ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος {ἐστιν},

καὶ περιτοµὴ καρδίας {ἐστιν} ἐν πνεύµατι οὐ γράµµατι,

οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ {ἐστιν}.

(3:1) Τί οὖν {ἐστιν} τὸ περισσὸν τοῦ Ἰουδαίου

ἢ τίς {ἐστιν} ἡ ὠφέλεια τῆς περιτοµῆς;

(2) πολὺ {ἐστιν} κατὰ πάντα τρόπον.

πρῶτον “µὲν γὰρ {ἐστιν}

ὅτι” ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ.

(3) τί γάρ {ἐστιν};

εἰ ἠπίστησάν τινες,

µὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει;

(4) µὴ γένοιτο·

γινέσθω δὲ ὁ θεὸς ἀληθής,

πᾶς δὲ ἄνθρωπος ψεύστης,

καθὼς γέγραπται·

ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

καὶ νικήσεις

ἐν τῷ κρίνεσθαί σε.

(5) εἰ↓

δὲ↓

↑ ἡ ἀδικία ἡµῶν θεοῦ δικαιοσύνην συνίστησιν,

↑ τί ἐροῦµεν;

µὴ ἄδικος {ἐστιν} ὁ θεὸς

ὁ ἐπιφέρων τὴν ὀργήν;

—κατὰ ἄνθρωπον λέγω.—

(6) µὴ γένοιτο·

ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσµον;

(7) εἰ↓

δὲ↓

↑ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐµῷ ψεύσµατι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ,

↑ τί ἔτι κἀγὼ ὡς ἁµαρτωλὸς κρίνοµαι;

(8) καὶ µὴ {ᾖ}

καθὼς βλασφηµούµεθα

καὶ καθώς φασίν τινες

ἡµᾶς λέγειν

ὅτι ποιήσωµεν τὰ κακά,

ἵνα ἔλθῃ τὰ ἀγαθά;

ὧν τὸ κρίµα ἔνδικόν ἐστιν.

(9) Τί οὖν {ἐστιν};

προεχόµεθα;

οὐ πάντως {ἐστιν}·

προῃτιασάµεθα γὰρ

Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ’ ἁµαρτίαν εἶναι,

(10) καθὼς γέγραπται

ὅτι οὐκ ἔστιν δίκαιος

οὐδὲ εἷς {ἔστιν},

(11) οὐκ ἔστιν ὁ συνίων,

οὐκ ἔστιν

ὁ ἐκζητῶν τὸν θεόν.

(12) πάντες ἐξέκλιναν

ἅµα ἠχρεώθησαν·

οὐκ ἔστιν

ὁ ποιῶν χρηστότητα,

οὐκ ἔστιν ἕως ἑνός.

(13) τάφος ἀνεῳγµένος ὁ λάρυγξ αὐτῶν {ἐστιν},

ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν,

ἰὸς ἀσπίδων {ἐστιν} ὑπὸ τὰ χείλη αὐτῶν·

(14) ὧν τὸ στόµα ἀρᾶς καὶ πικρίας γέµει,

(15) ὀξεῖς οἱ πόδες αὐτῶν

ἐκχέαι αἷµα,

(16) σύντριµµα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν {ἐστιν},

(17) καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.

(18) οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλµῶν αὐτῶν.

(19) οἴδαµεν δὲ

ὅτι↓

ὅσα ὁ νόµος λέγει

↑ τοῖς ἐν τῷ νόµῳ λαλεῖ,

ἵνα πᾶν στόµα φραγῇ

καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσµος τῷ θεῷ·

(20) διότι ἐξ ἔργων νόµου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ,

διὰ γὰρ νόµου ἐπίγνωσις ἁµαρτίας {ἐστιν}.

(21) Νυνὶ δὲ χωρὶς νόµου δικαιοσύνη θεοῦ πεφανέρωται

µαρτυρουµένη ὑπὸ τοῦ νόµου καὶ τῶν προφητῶν,

(22) δικαιοσύνη δὲ {ἐστιν} θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ

εἰς πάντας τοὺς πιστεύοντας.

οὐ γάρ ἐστιν διαστολή,

(23) πάντες γὰρ ἥµαρτον

καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ

(24) δικαιούµενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·

(25) ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵµατι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁµαρτηµάτων (26) ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ,

εἰς τὸ εἶναι αὐτὸν δίκαιον

καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.

(27) Ποῦ οὖν {ἐστιν} ἡ καύχησις;

ἐξεκλείσθη.

διὰ ποίου νόµου {ἐστιν};

{ὁ νόµος ἐστιν} τῶν ἔργων;

οὐχί,

ἀλλὰ διὰ νόµου πίστεως {ἐστιν}.

(28) λογιζόµεθα γὰρ

δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόµου.

(29) ἢ Ἰουδαίων ὁ θεὸς µόνον {ἐστιν};

οὐχὶ καὶ {ὁ θεὸς ἐστιν} ἐθνῶν;

ναὶ καὶ {ὁ θεὸς ἐστιν} ἐθνῶν,

(30) εἴπερ εἷς ὁ θεὸς {ἐστιν}

ὃς δικαιώσει περιτοµὴν ἐκ πίστεως

καὶ {δικαιώσει} ἀκροβυστίαν διὰ τῆς πίστεως.

(31) νόµον οὖν καταργοῦµεν διὰ τῆς πίστεως;

µὴ γένοιτο·

ἀλλὰ νόµον ἱστάνοµεν.

(4:1) Τί↓

οὖν ἐροῦµεν

↑ εὑρηκέναι Ἀβραὰµ τὸν προπάτορα ἡµῶν κατὰ σάρκα;

(2) εἰ↓

γὰρ↓

↑ Ἀβραὰµ ἐξ ἔργων ἐδικαιώθη,

↑ ἔχει καύχηµα, ἀλλ’ οὐ πρὸς θεόν.

(3) τί γὰρ ἡ γραφὴ λέγει;

ἐπίστευσεν δὲ Ἀβραὰµ τῷ θεῷ

καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

(4) τῷ δὲ ἐργαζοµένῳ ὁ µισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείληµα,

(5) τῷ δὲ µὴ ἐργαζοµένῳ πιστεύοντι δὲ↓

ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ

↑ λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην·

(6) καθάπερ καὶ Δαυὶδ λέγει τὸν µακαρισµὸν τοῦ ἀνθρώπου

ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων·

(7) µακάριοι {εἰσίν}

ὧν ἀφέθησαν αἱ ἀνοµίαι

καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁµαρτίαι·

(8) µακάριος ἀνὴρ {ἐστιν}

οὗ οὐ µὴ λογίσηται κύριος ἁµαρτίαν.

(9) Ὁ µακαρισµὸς οὖν {λέγεται} οὗτος ἐπὶ τὴν περιτοµὴν

ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν {λέγεται};

λέγοµεν γάρ·

ἐλογίσθη τῷ Ἀβραὰµ ἡ πίστις εἰς δικαιοσύνην.

(10) πῶς οὖν ἐλογίσθη;

ἐν περιτοµῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ;

οὐκ ἐν περιτοµῇ {ὄντι} ἀλλ’ ἐν ἀκροβυστίᾳ·

(11) καὶ σηµεῖον ἔλαβεν περιτοµῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ,

εἰς τὸ εἶναι αὐτὸν πατέρα

πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας,

εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην,

(12) καὶ {εἰς τὸ εἶναι} πατέρα περιτοµῆς τοῖς οὐκ ἐκ περιτοµῆς µόνον

ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡµῶν Ἀβραάµ.

(13) Οὐ γὰρ διὰ νόµου ἡ ἐπαγγελία {ἦν} τῷ Ἀβραὰµ ἢ τῷ σπέρµατι αὐτοῦ,↓

τὸ κληρονόµον αὐτὸν εἶναι κόσµου,

↑ ἀλλὰ διὰ δικαιοσύνης πίστεως.

(14) εἰ↓

γὰρ↓

↑ οἱ ἐκ νόµου κληρονόµοι {εἰσίν},

↑ κεκένωται ἡ πίστις

καὶ κατήργηται ἡ ἐπαγγελία·

(15) ὁ γὰρ νόµος ὀργὴν κατεργάζεται·

οὗ↓

δὲ

↑ οὐκ ἔστιν νόµος

οὐδὲ παράβασις {ἔστιν}.

(16) Διὰ τοῦτο ἐκ πίστεως {ἔστιν},

ἵνα {ᾖ} κατὰ χάριν,

εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρµατι, οὐ τῷ ἐκ τοῦ νόµου µόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάµ,

ὅς ἐστιν πατὴρ πάντων ἡµῶν,

(17) καθὼς γέγραπται

ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε,

κατέναντι οὗ ἐπίστευσεν θεοῦ

τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς

καὶ καλοῦντος τὰ µὴ ὄντα ὡς ὄντα.

(18) Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν

εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρηµένον·

οὕτως ἔσται τὸ σπέρµα σου,

(19) καὶ↓

µὴ ἀσθενήσας τῇ πίστει

↑ κατενόησεν τὸ ἑαυτοῦ σῶµα↓

ἤδη νενεκρωµένον,

—ἑκατονταετής που ὑπάρχων,—

↑ καὶ τὴν νέκρωσιν τῆς µήτρας Σάρρας·

(20) εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ

ἀλλ’ ἐνεδυναµώθη τῇ πίστει,

δοὺς δόξαν τῷ θεῷ

(21) καὶ πληροφορηθεὶς

ὅτι↓

ὃ ἐπήγγελται

↑ δυνατός ἐστιν

καὶ ποιῆσαι.

(22) διὸ {ἐστιν} καὶ

ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

(23) Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν µόνον↓

ὅτι ἐλογίσθη αὐτῷ

↑ (24) ἀλλὰ καὶ δι’ ἡµᾶς,

οἷς↓

µέλλει

↑ λογίζεσθαι,

τοῖς πιστεύουσιν

ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡµῶν ἐκ νεκρῶν,

(25) ὃς παρεδόθη διὰ τὰ παραπτώµατα ἡµῶν

καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡµῶν.

(5:1) Δικαιωθέντες↓

οὖν↓

↑ ἐκ πίστεως

↑ εἰρήνην ἔχοµεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ

(2) δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαµεν τῇ πίστει εἰς τὴν χάριν ταύτην

ἐν ᾗ ἑστήκαµεν

καὶ καυχώµεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.

(3) οὐ µόνον δέ {τοῦτο ἐστιν},

ἀλλὰ καὶ καυχώµεθα ἐν ταῖς θλίψεσιν,

εἰδότες

ὅτι ἡ θλῖψις ὑποµονὴν κατεργάζεται,

(4) ἡ δὲ ὑποµονὴ δοκιµήν {κατεργάζεται},

ἡ δὲ δοκιµὴ ἐλπίδα {κατεργάζεται}.

(5) ἡ δὲ ἐλπὶς οὐ καταισχύνει,

ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡµῶν διὰ πνεύµατος ἁγίου

τοῦ δοθέντος ἡµῖν.

(6) Ἔτι γὰρ Χριστὸς↓

ὄντων ἡµῶν ἀσθενῶν ἔτι

↑ κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.

(7) µόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται·

ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολµᾷ

ἀποθανεῖν·

(8) συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡµᾶς ὁ θεός,

ὅτι↓

ἔτι ἁµαρτωλῶν ὄντων ἡµῶν

↑ Χριστὸς ὑπὲρ ἡµῶν ἀπέθανεν.

(9) πολλῷ οὖν µᾶλλον↓

δικαιωθέντες νῦν ἐν τῷ αἵµατι αὐτοῦ

↑ σωθησόµεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.

(10) εἰ↓

γὰρ↓

ἐχθροὶ ὄντες

↑ κατηλλάγηµεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ,

↑ πολλῷ µᾶλλον↓

καταλλαγέντες

↑ σωθησόµεθα ἐν τῇ ζωῇ αὐτοῦ·

(11) οὐ µόνον δέ {τοῦτο ἐστιν},

ἀλλὰ καὶ καυχώµενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ

δι’ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβοµεν.

(12) Διὰ τοῦτο {ἔστιν}

“ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁµαρτία εἰς τὸν κόσµον εἰσῆλθεν

καὶ διὰ τῆς ἁµαρτίας ὁ θάνατος {εἰσῆλθεν},

καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν,

—ἐφ’ ᾧ πάντες ἥµαρτον·—

(13) ἄχρι γὰρ νόµου ἁµαρτία ἦν ἐν κόσµῳ,

ἁµαρτία δὲ οὐκ ἐλλογεῖται

µὴ ὄντος νόµου,

(14) ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰµ µέχρι Μωϋσέως

καὶ ἐπὶ τοὺς µὴ ἁµαρτήσαντας ἐπὶ τῷ ὁµοιώµατι τῆς παραβάσεως Ἀδὰµ

ὅς ἐστιν τύπος τοῦ µέλλοντος.”

(15) Ἀλλ’ οὐχ ὡς {ἔστιν} τὸ παράπτωµα,

οὕτως καὶ τὸ χάρισµα {ἔστιν}·

εἰ↓

γὰρ↓

↑ τῷ τοῦ ἑνὸς παραπτώµατι οἱ πολλοὶ ἀπέθανον,

↑ πολλῷ µᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.

(16) καὶ οὐχ ὡς↓

{τὸ} δι’ ἑνὸς ἁµαρτήσαντος {γενόµενον}

↑ τὸ δώρηµα {ἔστιν}·

τὸ µὲν γὰρ κρίµα ἐξ ἑνὸς εἰς κατάκριµα {ἤγαγεν},

τὸ δὲ χάρισµα ἐκ πολλῶν παραπτωµάτων εἰς δικαίωµα {ἤγαγεν}.

(17) εἰ↓

γὰρ↓

↑ τῷ τοῦ ἑνὸς παραπτώµατι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός,

↑ πολλῷ µᾶλλον↓

οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαµβάνοντες

↑ ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.

(18) Ἄρα οὖν↓

ὡς δι’ ἑνὸς παραπτώµατος εἰς πάντας ἀνθρώπους εἰς κατάκριµα {ἀπέβην},

↑ οὕτως καὶ δι’ ἑνὸς δικαιώµατος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς {ἀπέβην}·

(19) ὥσπερ↓

γὰρ ↓

↑ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁµαρτωλοὶ κατεστάθησαν οἱ πολλοί,

↑ οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.

(20) νόµος δὲ παρεισῆλθεν,

ἵνα πλεονάσῃ τὸ παράπτωµα·

οὗ↓

δὲ↓

↑ ἐπλεόνασεν ἡ ἁµαρτία,

↑ ὑπερεπερίσσευσεν ἡ χάρις,

(21) ἵνα↓

ὥσπερ ἐβασίλευσεν ἡ ἁµαρτία ἐν τῷ θανάτῳ,

↑ οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡµῶν.

(6:1) Τί οὖν ἐροῦµεν;

ἐπιµένωµεν τῇ ἁµαρτίᾳ,

ἵνα ἡ χάρις πλεονάσῃ;

(2) µὴ γένοιτο.

οἵτινες ἀπεθάνοµεν τῇ ἁµαρτίᾳ,

πῶς ἔτι ζήσοµεν ἐν αὐτῇ;

(3) ἢ ἀγνοεῖτε

ὅτι,↓

ὅσοι ἐβαπτίσθηµεν εἰς Χριστὸν Ἰησοῦν,

↑ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθηµεν;

(4) συνετάφηµεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσµατος εἰς τὸν θάνατον,

ἵνα↓

ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός,

↑ οὕτως καὶ ἡµεῖς ἐν καινότητι ζωῆς περιπατήσωµεν.

(5) εἰ γὰρ σύµφυτοι γεγόναµεν τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ,

ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόµεθα·

(6) τοῦτο γινώσκοντες

ὅτι ὁ παλαιὸς ἡµῶν ἄνθρωπος συνεσταυρώθη,

ἵνα καταργηθῇ τὸ σῶµα τῆς ἁµαρτίας,

τοῦ µηκέτι δουλεύειν ἡµᾶς τῇ ἁµαρτίᾳ·

(7) ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁµαρτίας.

(8) εἰ↓

δὲ↓

↑ ἀπεθάνοµεν σὺν Χριστῷ,

↑ πιστεύοµεν

ὅτι καὶ συζήσοµεν αὐτῷ,

(9) εἰδότες

ὅτι Χριστὸς↓

ἐγερθεὶς ἐκ νεκρῶν

↑ οὐκέτι ἀποθνῄσκει,

θάνατος αὐτοῦ οὐκέτι κυριεύει.

(10) ὃ↓

γὰρ↓

↑ ἀπέθανεν,

↑ τῇ ἁµαρτίᾳ ἀπέθανεν ἐφάπαξ·

ὃ↓

δὲ↓

↑ ζῇ,

↑ ζῇ τῷ θεῷ.

(11) οὕτως καὶ ὑµεῖς λογίζεσθε

ἑαυτοὺς εἶναι νεκροὺς µὲν τῇ ἁµαρτίᾳ

ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ.

(12) Μὴ οὖν βασιλευέτω ἡ ἁµαρτία ἐν τῷ θνητῷ ὑµῶν σώµατι

εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυµίαις αὐτοῦ,

(13) µηδὲ παριστάνετε τὰ µέλη ὑµῶν ὅπλα ἀδικίας τῇ ἁµαρτίᾳ,

ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ

ὡσεὶ ἐκ νεκρῶν ζῶντας

καὶ τὰ µέλη ὑµῶν ὅπλα δικαιοσύνης τῷ θεῷ.

(14) ἁµαρτία γὰρ ὑµῶν οὐ κυριεύσει·

οὐ γάρ ἐστε ὑπὸ νόµον ἀλλ’ ὑπὸ χάριν.

(15) Τί οὖν {ἐστιν};

ἁµαρτήσωµεν,

ὅτι οὐκ ἐσµὲν ὑπὸ νόµον ἀλλ’ ὑπὸ χάριν;

µὴ γένοιτο.

(16) οὐκ οἴδατε

ὅτι↓

ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν,

↑ δοῦλοί ἐστε↓

ᾧ ὑπακούετε,

↑ ἤτοι ἁµαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;

(17) χάρις δὲ {ἔστω} τῷ θεῷ

ὅτι ἦτε δοῦλοι τῆς ἁµαρτίας

ὑπηκούσατε δὲ ἐκ καρδίας↓

εἰς ὃν παρεδόθητε

↑ τύπον διδαχῆς,

(18) ἐλευθερωθέντες↓

δὲ↓

↑ ἀπὸ τῆς ἁµαρτίας

↑ ἐδουλώθητε τῇ δικαιοσύνῃ.

(19) Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑµῶν.

ὥσπερ↓

γὰρ↓

↑ παρεστήσατε τὰ µέλη ὑµῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνοµίᾳ εἰς τὴν ἀνοµίαν,

↑ οὕτως νῦν παραστήσατε τὰ µέλη ὑµῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασµόν.

(20) ὅτε↓

γὰρ↓

↑ δοῦλοι ἦτε τῆς ἁµαρτίας,

↑ ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.

(21) τίνα οὖν καρπὸν εἴχετε τότε;

ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε,

τὸ γὰρ τέλος ἐκείνων θάνατος {ἐστιν}.

(22) νυνὶ δὲ↓

ἐλευθερωθέντες ἀπὸ τῆς ἁµαρτίας

δουλωθέντες δὲ τῷ θεῷ

↑ ἔχετε τὸν καρπὸν ὑµῶν εἰς ἁγιασµόν,

τὸ δὲ τέλος ζωὴν αἰώνιον {ἔχει}.

(23) τὰ γὰρ ὀψώνια τῆς ἁµαρτίας θάνατος {ἐστιν},

τὸ δὲ χάρισµα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν {ἐστιν}.

(7:1) Ἢ ἀγνοεῖτε, ἀδελφοί,

—γινώσκουσιν↓

γὰρ↓

↑ νόµον

↑ λαλῶ ὑµῖν,—

ὅτι ὁ νόµος κυριεύει τοῦ ἀνθρώπου

ἐφ’ ὅσον χρόνον ζῇ;

(2) ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόµῳ·

ἐὰν↓

δὲ↓

↑ ἀποθάνῃ ὁ ἀνήρ,

↑ κατήργηται ἀπὸ τοῦ νόµου τοῦ ἀνδρός.

(3) ἄρα οὖν↓

ζῶντος τοῦ ἀνδρὸς

↑ µοιχαλὶς χρηµατίσει

ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ·

ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ,

{αὕτη} ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόµου,

τοῦ µὴ εἶναι αὐτὴν µοιχαλίδα

γενοµένην ἀνδρὶ ἑτέρῳ.

(4) ὥστε, ἀδελφοί µου, καὶ ὑµεῖς ἐθανατώθητε τῷ νόµῳ διὰ τοῦ σώµατος τοῦ Χριστοῦ,

εἰς τὸ γενέσθαι ὑµᾶς ἑτέρῳ,

τῷ ἐκ νεκρῶν ἐγερθέντι,

ἵνα καρποφορήσωµεν τῷ θεῷ.

(5) ὅτε↓

γὰρ↓

↑ ἦµεν ἐν τῇ σαρκί,

↑ τὰ παθήµατα τῶν ἁµαρτιῶν τὰ διὰ τοῦ νόµου ἐνηργεῖτο ἐν τοῖς µέλεσιν ἡµῶν,

εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·

(6) νυνὶ δὲ κατηργήθηµεν ἀπὸ τοῦ νόµου

ἀποθανόντες

ἐν ᾧ κατειχόµεθα,

ὥστε δουλεύειν ἡµᾶς ἐν καινότητι πνεύµατος καὶ οὐ παλαιότητι γράµµατος.

(7) Τί οὖν ἐροῦµεν;

ὁ νόµος ἁµαρτία {ἐστιν};

µὴ γένοιτο·

ἀλλὰ τὴν ἁµαρτίαν οὐκ ἔγνων εἰ µὴ διὰ νόµου·

τήν τε γὰρ ἐπιθυµίαν οὐκ ᾔδειν

εἰ µὴ ὁ νόµος ἔλεγεν·

οὐκ ἐπιθυµήσεις.

(8) ἀφορµὴν↓

δὲ↓

↑ λαβοῦσα↓

↑ ἡ ἁµαρτία↓

↑ διὰ τῆς ἐντολῆς

↑ κατειργάσατο ἐν ἐµοὶ πᾶσαν ἐπιθυµίαν·

χωρὶς γὰρ νόµου ἁµαρτία νεκρά {ἐστιν}.

(9) ἐγὼ δὲ ἔζων χωρὶς νόµου ποτέ,

ἐλθούσης↓

δὲ↓

↑ τῆς ἐντολῆς

↑ ἡ ἁµαρτία ἀνέζησεν,

(10) ἐγὼ δὲ ἀπέθανον

καὶ εὑρέθη µοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον·

(11) ἡ γὰρ ἁµαρτία↓

ἀφορµὴν λαβοῦσα διὰ τῆς ἐντολῆς

↑ ἐξηπάτησέν µε

καὶ δι’ αὐτῆς ἀπέκτεινεν.

(12) ὥστε ὁ “µὲν νόµος ἅγιος {ἐστιν}

καὶ” ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή {ἐστιν}.

(13) Τὸ οὖν ἀγαθὸν ἐµοὶ ἐγένετο θάνατος;

µὴ γένοιτο·

ἀλλ’ ἡ ἁµαρτία↓

—ἵνα φανῇ ἁµαρτία,—

↑ διὰ τοῦ ἀγαθοῦ µοι κατεργαζοµένη θάνατον,

ἵνα γένηται καθ’ ὑπερβολὴν ἁµαρτωλὸς ἡ ἁµαρτία διὰ τῆς ἐντολῆς.

(14) Οἴδαµεν γὰρ

ὅτι ὁ νόµος πνευµατικός ἐστιν,

ἐγὼ δὲ σάρκινός εἰµι

πεπραµένος ὑπὸ τὴν ἁµαρτίαν.

(15) ὃ↓

γὰρ↓

↑ κατεργάζοµαι

↑ οὐ γινώσκω·

οὐ γὰρ↓

ὃ θέλω

↑ τοῦτο πράσσω,

ἀλλ’↓

ὃ µισῶ

↑ τοῦτο ποιῶ.

(16) εἰ↓

δὲ↓

ὃ οὐ θέλω

↑ τοῦτο ποιῶ,

↑ σύµφηµι τῷ νόµῳ

ὅτι {ἐστιν} καλός.

(17) νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζοµαι αὐτὸ ἀλλ’ ἡ↓

οἰκοῦσα ἐν ἐµοὶ

↑ ἁµαρτία.

(18) Οἶδα γὰρ

ὅτι οὐκ οἰκεῖ ἐν ἐµοί,↓

τοῦτ’ ἔστιν ἐν τῇ σαρκί µου,

↑ ἀγαθόν·

τὸ γὰρ θέλειν παράκειταί µοι,

τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ{χ εὑρίσκω}·

(19) οὐ γὰρ↓

ὃ θέλω↓

↑ ποιῶ

↑ ἀγαθόν,

ἀλλ’↓

ὃ οὐ θέλω κακὸν

↑ τοῦτο πράσσω.

(20) εἰ↓

δὲ↓

ὃ οὐ θέλω

↑ ἐγὼ τοῦτο ποιῶ,

↑ οὐκέτι ἐγὼ κατεργάζοµαι αὐτὸ ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐµοὶ ἁµαρτία.

(21) εὑρίσκω ἄρα τὸν νόµον,↓

τῷ θέλοντι

↑ ἐµοὶ

ποιεῖν τὸ καλόν,

ὅτι ἐµοὶ τὸ κακὸν παράκειται·

(22) συνήδοµαι γὰρ τῷ νόµῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον,

(23) βλέπω δὲ ἕτερον νόµον ἐν τοῖς µέλεσίν µου

ἀντιστρατευόµενον τῷ νόµῳ τοῦ νοός µου

καὶ αἰχµαλωτίζοντά µε ἐν τῷ νόµῳ τῆς ἁµαρτίας

τῷ ὄντι ἐν τοῖς µέλεσίν µου.

(24) Ταλαίπωρος ἐγὼ {εἰµι} ἄνθρωπος·

τίς µε ῥύσεται ἐκ τοῦ σώµατος τοῦ θανάτου τούτου;

(25) χάρις δὲ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡµῶν.

Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ µὲν νοῒ δουλεύω νόµῳ θεοῦ

{δουλεύω} τῇ δὲ σαρκὶ νόµῳ ἁµαρτίας.

(8:1) Οὐδὲν ἄρα νῦν κατάκριµα {ἐστιν} τοῖς ἐν Χριστῷ Ἰησοῦ.

(2) ὁ γὰρ νόµος τοῦ πνεύµατος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόµου τῆς ἁµαρτίας καὶ τοῦ

θανάτου.

(3) “Τὸ γὰρ ἀδύνατον τοῦ νόµου

ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός,

ὁ θεὸς↓

τὸν ἑαυτοῦ υἱὸν πέµψας ἐν ὁµοιώµατι σαρκὸς ἁµαρτίας καὶ περὶ ἁµαρτίας

↑ κατέκρινεν τὴν ἁµαρτίαν ἐν τῇ σαρκί,”

(4) ἵνα τὸ δικαίωµα τοῦ νόµου πληρωθῇ ἐν ἡµῖν

τοῖς µὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦµα.

(5) οἱ↓

γὰρ↓

↑ κατὰ σάρκα ὄντες

↑ τὰ {ταῦτα} τῆς σαρκὸς φρονοῦσιν,

οἱ δὲ κατὰ πνεῦµα {ὄντες}

τὰ {ταῦτα} τοῦ πνεύµατος {φρονοῦσιν}.

(6) τὸ γὰρ φρόνηµα τῆς σαρκὸς θάνατος {ἐστιν},

τὸ δὲ φρόνηµα τοῦ πνεύµατος ζωὴ καὶ εἰρήνη {ἐστιν}·

(7) διότι τὸ φρόνηµα τῆς σαρκὸς ἔχθρα εἰς θεόν {ἐστιν},

τῷ γὰρ νόµῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται,

οὐδὲ γὰρ δύναται·

(8) οἱ↓

δὲ↓

↑ ἐν σαρκὶ ὄντες

θεῷ ἀρέσαι

↑ οὐ δύνανται.

(9) Ὑµεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύµατι,

εἴπερ πνεῦµα θεοῦ οἰκεῖ ἐν ὑµῖν.

εἰ↓

δέ↓

↑ τις πνεῦµα Χριστοῦ οὐκ ἔχει,

↑ οὗτος οὐκ ἔστιν αὐτοῦ.

(10) εἰ↓

δὲ

↑ Χριστὸς ἐν ὑµῖν {ἐστιν},

τὸ µὲν σῶµα νεκρὸν διὰ ἁµαρτίαν {ἐστιν}

τὸ δὲ πνεῦµα ζωὴ διὰ δικαιοσύνην {ἐστιν}.

(11) εἰ↓

δὲ

↑ τὸ πνεῦµα↓

τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν

↑ οἰκεῖ ἐν ὑµῖν,

ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν

ζῳοποιήσει καὶ τὰ θνητὰ σώµατα ὑµῶν διὰ↓

τοῦ ἐνοικοῦντος αὐτοῦ

↑ πνεύµατος ἐν ὑµῖν.

(12) Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσµὲν οὐ τῇ σαρκὶ

τοῦ κατὰ σάρκα ζῆν,

(13) εἰ↓

γὰρ↓

↑ κατὰ σάρκα ζῆτε,

↑ µέλλετε

ἀποθνῄσκειν·

εἰ↓

δὲ↓

↑ πνεύµατι τὰς πράξεις τοῦ σώµατος θανατοῦτε,

↑ ζήσεσθε.

(14) ὅσοι↓

γὰρ↓

↑ πνεύµατι θεοῦ ἄγονται,

↑ οὗτοι υἱοὶ θεοῦ εἰσιν.

(15) οὐ γὰρ ἐλάβετε πνεῦµα δουλείας πάλιν εἰς φόβον

ἀλλ’ ἐλάβετε πνεῦµα υἱοθεσίας

ἐν ᾧ κράζοµεν·

αββα ὁ πατήρ.

(16) αὐτὸ τὸ πνεῦµα συµµαρτυρεῖ τῷ πνεύµατι ἡµῶν

ὅτι ἐσµὲν τέκνα θεοῦ.

(17) εἰ↓

δὲ↓

↑ τέκνα {ἐσµὲν},

↑ καὶ κληρονόµοι {ἐσµὲν}·

κληρονόµοι µὲν θεοῦ {ἐσµὲν},

συγκληρονόµοι δὲ Χριστοῦ {ἐσµὲν},

εἴπερ συµπάσχοµεν

ἵνα καὶ συνδοξασθῶµεν.

(18) Λογίζοµαι γὰρ

ὅτι {ἐστιν} οὐκ ἄξια τὰ παθήµατα τοῦ νῦν καιροῦ πρὸς τὴν µέλλουσαν δόξαν

ἀποκαλυφθῆναι εἰς ἡµᾶς.

(19) ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται.

(20) τῇ γὰρ µαταιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφ’ ἑλπίδι

(21) ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.

(22) οἴδαµεν γὰρ

ὅτι πᾶσα ἡ κτίσις συστενάζει

καὶ συνωδίνει ἄχρι τοῦ νῦν·

(23) οὐ µόνον δέ {τοῦτο ἐστιν},

ἀλλὰ καὶ αὐτοὶ↓

τὴν ἀπαρχὴν τοῦ πνεύµατος ἔχοντες,

↑ ἡµεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζοµεν

υἱοθεσίαν ἀπεκδεχόµενοι, τὴν ἀπολύτρωσιν τοῦ σώµατος ἡµῶν.

(24) τῇ γὰρ ἐλπίδι ἐσώθηµεν·

ἐλπὶς δὲ↓

βλεποµένη

↑ οὐκ ἔστιν ἐλπίς·

ὃ↓

γὰρ↓

↑ βλέπει

↑ τίς ἐλπίζει;

(25) εἰ↓

δὲ↓

ὃ οὐ βλέποµεν

↑ ἐλπίζοµεν,

↑ δι’ ὑποµονῆς ἀπεκδεχόµεθα.

(26) Ὡσαύτως δὲ καὶ τὸ πνεῦµα συναντιλαµβάνεται τῇ ἀσθενείᾳ ἡµῶν·

τὸ γὰρ↓

τί προσευξώµεθα

καθὸ δεῖ

↑ οὐκ οἴδαµεν,

ἀλλ’ αὐτὸ τὸ πνεῦµα ὑπερεντυγχάνει στεναγµοῖς ἀλαλήτοις·

(27) ὁ↓

δὲ↓

↑ ἐραυνῶν τὰς καρδίας

↑ οἶδεν

τί {ἐστιν} τὸ φρόνηµα τοῦ πνεύµατος,

ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.

(28) Οἴδαµεν δὲ

ὅτι↓

τοῖς ἀγαπῶσιν τὸν θεὸν

↑ πάντα συνεργεῖ εἰς ἀγαθόν,

τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.

(29) ὅτι↓

οὓς προέγνω,

↑ καὶ προώρισεν συµµόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ,

εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·

(30) οὓς↓

δὲ↓

↑ προώρισεν,

↑ τούτους καὶ ἐκάλεσεν·

καὶ↓

οὓς ἐκάλεσεν,

↑ τούτους καὶ ἐδικαίωσεν·

οὓς↓

δὲ↓

↑ ἐδικαίωσεν,

↑ τούτους καὶ ἐδόξασεν.

(31) Τί οὖν ἐροῦµεν πρὸς ταῦτα;

εἰ ὁ θεὸς ὑπὲρ ἡµῶν {ἐστιν},

τίς καθ’ ἡµῶν {ἐστιν};

(32) ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο

ἀλλ’ ὑπὲρ ἡµῶν πάντων παρέδωκεν αὐτόν,

πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡµῖν χαρίσεται;

(33) τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;

θεὸς {ἐστιν} ὁ δικαιῶν·

(34) τίς {ἐστιν} ὁ κατακρινῶν;

Χριστὸς Ἰησοῦς {ἐστιν} ὁ ἀποθανών,

µᾶλλον δὲ {ἐστιν ὁ} ἐγερθείς,

ὃς καί ἐστιν ἐν δεξιᾷ {χεὶρ} τοῦ θεοῦ,

ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡµῶν.

(35) τίς ἡµᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;

θλῖψις {ἐστιν} ἢ στενοχωρία ἢ διωγµὸς ἢ λιµὸς ἢ γυµνότης ἢ κίνδυνος ἢ µάχαιρα;

(36) καθὼς γέγραπται

ὅτι ἕνεκεν σοῦ θανατούµεθα ὅλην τὴν ἡµέραν,

ἐλογίσθηµεν ὡς πρόβατα σφαγῆς.

(37) ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶµεν

διὰ τοῦ ἀγαπήσαντος ἡµᾶς.

(38) πέπεισµαι γὰρ

ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε µέλλοντα οὔτε δυνάµεις (39) οὔτε ὕψωµα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται

ἡµᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν.

(9:1) Ἀλήθειαν λέγω ἐν Χριστῷ,

—οὐ ψεύδοµαι,—

συµµαρτυρούσης µοι τῆς συνειδήσεώς µου ἐν πνεύµατι ἁγίῳ,

(2) ὅτι λύπη µοί ἐστιν µεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ µου.

(3) ηὐχόµην γὰρ↓

ἀνάθεµα εἶναι↓

↑ αὐτὸς ἐγὼ

↑ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν µου τῶν συγγενῶν µου κατὰ σάρκα,

(4) οἵτινές εἰσιν Ἰσραηλῖται,

ὧν {ἐστιν} ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νοµοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,

(5) ὧν οἱ πατέρες {εἰσίν}

καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα {ἐξελήλυθεν},

ὁ ὢν ἐπὶ πάντων θεὸς

εὐλογητὸς {εἴη} εἰς τοὺς αἰῶνας, ἀµήν.

(6) Οὐχ οἷον δὲ {λέγω}

ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ.

οὐ γὰρ πάντες↓

οἱ ἐξ Ἰσραὴλ {ὄντες}

↑ οὗτοι Ἰσραήλ {εἰσίν}·

(7) οὐδ’↓

ὅτι εἰσὶν σπέρµα Ἀβραὰµ

↑ πάντες τέκνα {εἰσίν},

“ἀλλ’ {γέγραπται}·

ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρµα.

(8) τοῦτ’ ἔστιν,

οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ {εἰσίν}

ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρµα.

(9) ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος {ἐστιν}·

κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσοµαι

καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

(10) Οὐ µόνον δέ {Σάρρα ἦν},

ἀλλὰ καὶ Ῥεβέκκα {ἦν}

ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡµῶν·

(11) µήπω↓

γὰρ↓

↑ {τῶν τέκνων} γεννηθέντων

µηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον,

—ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ µένῃ, (12) οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος,—

↑ ἐρρέθη αὐτῇ

ὅτι ὁ µείζων δουλεύσει τῷ ἐλάσσονι,

(13) καθὼς γέγραπται·

τὸν Ἰακὼβ ἠγάπησα,

τὸν δ Ἠσαῦ ἐµίσησα.

(14) Τί οὖν ἐροῦµεν;

µὴ ἀδικία παρὰ τῷ θεῷ {ἐστιν};

µὴ γένοιτο.

(15) τῷ Μωϋσεῖ γὰρ λέγει·

ἐλεήσω

ὃν ἂν ἐλεῶ

καὶ οἰκτιρήσω

ὃν ἂν οἰκτίρω.

(16) ἄρα οὖν οὐ{κ ἐστί} τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.

(17) λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ

ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε

ὅπως ἐνδείξωµαι ἐν σοὶ τὴν δύναµίν µου

καὶ ὅπως διαγγελῇ τὸ ὄνοµά µου ἐν πάσῃ τῇ γῇ.

(18) ἄρα οὖν↓

ὃν θέλει

↑ ἐλεεῖ {ὁ θεός},

ὃν↓

δὲ↓

↑ θέλει

↑ σκληρύνει.

(19) Ἐρεῖς µοι οὖν·

τί οὖν ἔτι µέµφεται;

τῷ γὰρ βουλήµατι αὐτοῦ τίς ἀνθέστηκεν;

(20) ὦ ἄνθρωπε, µενοῦνγε σὺ τίς εἶ

ὁ ἀνταποκρινόµενος τῷ θεῷ;

µὴ ἐρεῖ τὸ πλάσµα τῷ πλάσαντι·

τί µε ἐποίησας οὕτως;

(21) ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραµεὺς τοῦ πηλοῦ

ἐκ τοῦ αὐτοῦ φυράµατος ποιῆσαι ὃ µὲν εἰς τιµὴν σκεῦος ὃ δὲ εἰς ἀτιµίαν;

(22) “εἰ↓

δὲ↓

↑ θέλων

↑ ὁ θεὸς↓

ἐνδείξασθαι τὴν ὀργὴν

καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ

↑ ἤνεγκεν ἐν πολλῇ µακροθυµίᾳ σκεύη ὀργῆς

κατηρτισµένα εἰς ἀπώλειαν,

(23) καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους

ἃ προητοίµασεν εἰς δόξαν;

(24) Οὓς καὶ ἐκάλεσεν ἡµᾶς οὐ µόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν,”

(25) ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει·

καλέσω τὸν οὐ λαόν µου λαόν µου

καὶ {καλέσω} τὴν οὐκ ἠγαπηµένην ἠγαπηµένην·

(26) καὶ ἔσται ἐν τῷ τόπῳ

οὗ ἐρρέθη αὐτοῖς ·

οὐ λαός µου ὑµεῖς {ἐστε},

ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.

(27) Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ·

ἐὰν ᾖ ὁ ἀριθµὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄµµος τῆς θαλάσσης,

τὸ ὑπόλειµµα σωθήσεται·

(28) λόγον γὰρ↓

συντελῶν

καὶ συντέµνων

↑ ποιήσει κύριος ἐπὶ τῆς γῆς.

(29) καὶ καθὼς προείρηκεν Ἠσαΐας·

εἰ µὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡµῖν σπέρµα,

ὡς Σόδοµα ἂν ἐγενήθηµεν

καὶ ὡς Γόµορρα ἂν ὡµοιώθηµεν.

(30) Τί οὖν ἐροῦµεν;

ὅτι ἔθνη↓

τὰ µὴ διώκοντα δικαιοσύνην

↑ κατέλαβεν δικαιοσύνην,

δικαιοσύνην δὲ τὴν ἐκ πίστεως {ἐστιν},

(31) Ἰσραὴλ δὲ↓

διώκων νόµον δικαιοσύνης

↑ εἰς νόµον οὐκ ἔφθασεν.

(32) διὰ τί;

ὅτι οὐκ ἐκ πίστεως {εἰσίν} ἀλλ’ ὡς ἐξ ἔργων·

προσέκοψαν τῷ λίθῳ τοῦ προσκόµµατος,

(33) καθὼς γέγραπται·

ἰδοὺ

τίθηµι ἐν Σιὼν λίθον προσκόµµατος καὶ πέτραν σκανδάλου,

καὶ

ὁ πιστεύων ἐπ’ αὐτῷ

↑ οὐ καταισχυνθήσεται.

(10:1) Ἀδελφοί, ἡ “µὲν εὐδοκία τῆς ἐµῆς καρδίας καὶ ἡ δέησις {ἐστιν} πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.

(2) µαρτυρῶ” γὰρ αὐτοῖς

ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν·

(3) ἀγνοοῦντες↓

γὰρ↓↓

↑ τὴν τοῦ θεοῦ δικαιοσύνην

καὶ↓

τὴν ἰδίαν δικαιοσύνην↓

↑ ζητοῦντες

↑ στῆσαι,

↑↑ τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν.

(4) τέλος γὰρ νόµου Χριστὸς {ἐστιν} εἰς δικαιοσύνην

παντὶ τῷ πιστεύοντι.

(5) Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόµου

ὅτι ὁ↓

ποιήσας αὐτὰ

↑ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.

(6) ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει·

µὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου·

τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;

τοῦτ’ ἔστιν

Χριστὸν καταγαγεῖν·

(7) ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον;

τοῦτ’ ἔστιν

Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

(8) ἀλλὰ τί λέγει {ἡ γραφή};

ἐγγύς σου τὸ ῥῆµά ἐστιν ἐν τῷ στόµατί σου καὶ ἐν τῇ καρδίᾳ σου,

τοῦτ’ ἔστιν τὸ ῥῆµα τῆς πίστεως

ὃ κηρύσσοµεν.

(9) ὅτι↓

ἐὰν ὁµολογήσῃς ἐν τῷ στόµατί σου κύριον Ἰησοῦν

καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου

ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν,

↑ σωθήσῃ·

(10) καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην,

στόµατι δὲ ὁµολογεῖται εἰς σωτηρίαν.

(11) λέγει γὰρ ἡ γραφή·

πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ

οὐ καταισχυνθήσεται.

(12) οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος,

ὁ γὰρ αὐτὸς κύριος πάντων {ἐστιν},

πλουτῶν

εἰς πάντας τοὺς ἐπικαλουµένους αὐτόν·

(13) πᾶς↓

{γέγραπται} γὰρ

ὃς ἂν ἐπικαλέσηται τὸ ὄνοµα κυρίου

↑ σωθήσεται.

(14) Πῶς οὖν ἐπικαλέσωνται

εἰς ὃν οὐκ ἐπίστευσαν;

πῶς δὲ πιστεύσωσιν {εἰς τοῦτον}

οὗ οὐκ ἤκουσαν;

πῶς δὲ ἀκούσωσιν

χωρὶς κηρύσσοντος;

(15) πῶς δὲ κηρύξωσιν

ἐὰν µὴ ἀποσταλῶσιν;

καθὼς γέγραπται·

ὡς ὡραῖοι {εἰσίν} οἱ πόδες

τῶν εὐαγγελιζοµένων τὰ ἀγαθά.

(16) Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ.

Ἠσαΐας γὰρ λέγει·

κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡµῶν;

(17) ἄρα ἡ πίστις ἐξ ἀκοῆς,

ἡ δὲ ἀκοὴ διὰ ῥήµατος Χριστοῦ {ἐστιν}.

(18) ἀλλὰ λέγω,

µὴ οὐκ ἤκουσαν;

µενοῦνγε·

εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν

καὶ εἰς τὰ πέρατα τῆς οἰκουµένης τὰ ῥήµατα αὐτῶν.

(19) ἀλλὰ λέγω,

µὴ Ἰσραὴλ οὐκ ἔγνω;

πρῶτος Μωϋσῆς λέγει·

ἐγὼ παραζηλώσω ὑµᾶς ἐπ’ οὐκ ἔθνει,

ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑµᾶς.

(20) Ἠσαΐας δὲ ἀποτολµᾷ

καὶ λέγει·

εὑρέθην

ἐν τοῖς ἐµὲ µὴ ζητοῦσιν,

ἐµφανὴς ἐγενόµην

τοῖς ἐµὲ µὴ ἐπερωτῶσιν.

(21) πρὸς δὲ τὸν Ἰσραὴλ λέγει·

ὅλην τὴν ἡµέραν ἐξεπέτασα τὰς χεῖράς µου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

(11:1) Λέγω οὖν,

µὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ;

µὴ γένοιτο·

καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰµί, ἐκ σπέρµατος Ἀβραάµ, φυλῆς Βενιαµίν.

(2) οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ

ὃν προέγνω.

ἢ οὐκ οἴδατε

ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή,

ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ;

(3) κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,

τὰ θυσιαστήριά σου κατέσκαψαν,

κἀγὼ ὑπελείφθην µόνος

καὶ ζητοῦσιν τὴν ψυχήν µου.

(4) ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηµατισµός;

κατέλιπον ἐµαυτῷ ἑπτακισχιλίους ἄνδρας,

οἵτινες οὐκ ἔκαµψαν γόνυ τῇ Βάαλ.

(5) οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖµµα κατ’ ἐκλογὴν χάριτος γέγονεν·

(6) εἰ↓

δὲ↓

↑ χάριτι {γίνεται},

↑ οὐκέτι ἐξ ἔργων {γίνεται},

ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.

(7) Τί οὖν {γίνεται}

ὃ ἐπιζητεῖ Ἰσραήλ,

τοῦτο οὐκ ἐπέτυχεν,

ἡ δὲ ἐκλογὴ ἐπέτυχεν·

οἱ δὲ λοιποὶ ἐπωρώθησαν,

(8) καθὼς γέγραπται·

ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦµα κατανύξεως, ὀφθαλµοὺς↓

τοῦ µὴ βλέπειν

↑καὶ ὦτα↓

τοῦ µὴ ἀκούειν,

ἕως τῆς σήµερον ἡµέρας.

(9) καὶ Δαυὶδ λέγει·

γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδοµα αὐτοῖς,

(10) σκοτισθήτωσαν οἱ ὀφθαλµοὶ αὐτῶν

τοῦ µὴ βλέπειν

καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαµψον.

(11) Λέγω οὖν,

µὴ ἔπταισαν

ἵνα πέσωσιν;

µὴ γένοιτο·

ἀλλὰ τῷ αὐτῶν παραπτώµατι ἡ σωτηρία {ἐστιν} τοῖς ἔθνεσιν

εἰς τὸ παραζηλῶσαι αὐτούς.

(12) εἰ↓

δὲ↓

↑ τὸ παράπτωµα αὐτῶν πλοῦτος κόσµου καὶ τὸ ἥττηµα αὐτῶν πλοῦτος ἐθνῶν {ἐστιν},

↑ πόσῳ µᾶλλον τὸ πλήρωµα αὐτῶν {ἐστιν}.

(13) Ὑµῖν δὲ λέγω τοῖς ἔθνεσιν·

“ἐφ’ ὅσον↓

µὲν οὖν↓

↑ εἰµι ἐγὼ ἐθνῶν ἀπόστολος,

↑ τὴν διακονίαν µου δοξάζω,

(14) εἴ πως παραζηλώσω µου τὴν σάρκα”

καὶ σώσω τινὰς ἐξ αὐτῶν.

(15) εἰ↓

γὰρ↓

↑ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσµου {ἐστιν},

↑ τίς ἡ πρόσληµψις εἰ µὴ ζωὴ ἐκ νεκρῶν {ἐστιν};

(16) εἰ δὲ ἡ ἀπαρχὴ ἁγία {ἐστιν},

καὶ τὸ φύραµα {ἅγιον ἐστιν}·

καὶ εἰ ἡ ῥίζα ἁγία {ἐστιν},

καὶ οἱ κλάδοι {ἅγιοι εἰσίν}.

(17) Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν,

σὺ δὲ↓

ἀγριέλαιος ὢν

↑ ἐνεκεντρίσθης ἐν αὐτοῖς

καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,

(18) µὴ κατακαυχῶ τῶν κλάδων·

εἰ↓

δὲ

↑ κατακαυχᾶσαι

οὐ σὺ τὴν ῥίζαν βαστάζεις

ἀλλ’ ἡ ῥίζα σέ {βαστάζεις}.

(19) ἐρεῖς οὖν·

ἐξεκλάσθησαν κλάδοι

ἵνα ἐγὼ ἐγκεντρισθῶ.

(20) καλῶς {ἐστιν}·

τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν,

σὺ δὲ τῇ πίστει ἕστηκας.

µὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβοῦ·

(21) εἰ↓

γὰρ

↑ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο,

µὴ πως οὐδὲ σοῦ φείσεται.

(22) ἴδε οὖν χρηστότητα καὶ ἀποτοµίαν θεοῦ·

ἐπὶ µὲν τοὺς πεσόντας ἀποτοµία {ἐστιν},

ἐπὶ δὲ σὲ χρηστότης θεοῦ {ἐστιν},

ἐὰν ἐπιµένῃς τῇ χρηστότητι,

ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.

(23) κἀκεῖνοι δέ,↓

ἐὰν µὴ ἐπιµένωσιν τῇ ἀπιστίᾳ,

↑ ἐγκεντρισθήσονται·

δυνατὸς γάρ ἐστιν ὁ θεὸς

πάλιν ἐγκεντρίσαι αὐτούς.

(24) εἰ↓

γὰρ↓

↑ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου

καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον,

↑ πόσῳ µᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ.

(25) Οὐ γὰρ θέλω ὑµᾶς

ἀγνοεῖν, ἀδελφοί, τὸ µυστήριον τοῦτο,

—ἵνα µὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιµοι,—

ὅτι πώρωσις ἀπὸ µέρους τῷ Ἰσραὴλ γέγονεν

ἄχρι οὗ τὸ πλήρωµα τῶν ἐθνῶν εἰσέλθῃ

(26) καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται,

καθὼς γέγραπται·

ἥξει ἐκ Σιὼν ὁ ῥυόµενος,

ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.

(27) καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐµοῦ διαθήκη {ἐστιν},

ὅταν ἀφέλωµαι τὰς ἁµαρτίας αὐτῶν.

(28) κατὰ µὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑµᾶς {εἰσίν},

κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας {εἰσίν}·

(29) ἀµεταµέλητα γὰρ τὰ χαρίσµατα καὶ ἡ κλῆσις τοῦ θεοῦ {εἰσίν}.

(30) ὥσπερ↓

γὰρ↓

↑ ὑµεῖς ποτε ἠπειθήσατε τῷ θεῷ,

νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,

↑ (31) οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑµετέρῳ ἐλέει,

ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν.

(32) συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν,

ἵνα τοὺς πάντας ἐλεήσῃ.

(33) Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ·

ὡς ἀνεξεραύνητα τὰ κρίµατα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ {εἰσίν}.

(34) τίς↓

{γέγραπται} γὰρ

↑ ἔγνω νοῦν κυρίου;

τίς σύµβουλος αὐτοῦ ἐγένετο;

(35) τίς προέδωκεν αὐτῷ,

καὶ ἀνταποδοθήσεται αὐτῷ;

(36) ὅτι {ἐστιν} ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα·

αὐτῷ ἡ δόξα {εἴη} εἰς τοὺς αἰῶνας, ἀµήν.

(12:1) Παρακαλῶ οὖν ὑµᾶς, ἀδελφοί,

διὰ τῶν οἰκτιρµῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώµατα ὑµῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑµῶν·

(2) καὶ µὴ συσχηµατίζεσθε τῷ αἰῶνι τούτῳ,

ἀλλὰ µεταµορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς

εἰς τὸ δοκιµάζειν ὑµᾶς

τί {ἐστιν} τὸ θέληµα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

(3) Λέγω γὰρ διὰ τῆς χάριτος

τῆς δοθείσης µοι

παντὶ τῷ ὄντι ἐν ὑµῖν

µὴ ὑπερφρονεῖν

παρ’ ὃ↓

δεῖ

↑ φρονεῖν

ἀλλὰ φρονεῖν

εἰς τὸ σωφρονεῖν,

ἑκάστῳ ὡς ὁ θεὸς ἐµέρισεν µέτρον πίστεως.

(4) καθάπερ↓

γὰρ↓

↑ ἐν ἑνὶ σώµατι πολλὰ µέλη ἔχοµεν,

τὰ δὲ µέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,

↑ (5) οὕτως οἱ πολλοὶ ἓν σῶµά ἐσµεν ἐν Χριστῷ,

τὸ δὲ καθ’ εἷς ἀλλήλων µέλη {ἐσµεν}.

(6) ἔχοντες δὲ χαρίσµατα κατὰ τὴν χάριν↓

τὴν δοθεῖσαν ἡµῖν

↑ διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, (7) εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, (8) εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει· ὁ µεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάµενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.

(9) Ἡ ἀγάπη {ἔστω} ἀνυπόκριτος.

“ἀποστυγοῦντες τὸ πονηρόν,

κολλώµενοι {ἐστέ} τῷ ἀγαθῷ,

(10) τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι {ἐστέ},

τῇ τιµῇ ἀλλήλους προηγούµενοι,

(11) τῇ σπουδῇ µὴ ὀκνηροί {ὄντες},

τῷ πνεύµατι ζέοντες,

τῷ κυρίῳ δουλεύοντες,

(12) τῇ ἐλπίδι χαίροντες,

τῇ θλίψει ὑποµένοντες,

τῇ προσευχῇ προσκαρτεροῦντες,

(13) ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες,

τὴν φιλοξενίαν διώκοντες.

(14) εὐλογεῖτε”

τοὺς διώκοντας ὑµᾶς,

εὐλογεῖτε

καὶ µὴ καταρᾶσθε.

(15) χαίρειν µετὰ χαιρόντων,

κλαίειν µετὰ κλαιόντων.

(16) τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες {ἐστέ},

µὴ τὰ ὑψηλὰ φρονοῦντες {ἐστέ}

ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόµενοι {ἐστέ}.

µὴ γίνεσθε φρόνιµοι παρ’ ἑαυτοῖς.

(17) µηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες,

προνοούµενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·”

(18) εἰ δυνατὸν {ἐστιν} τὸ ἐξ ὑµῶν,

µετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·

(19) µὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί,

ἀλλὰ δότε τόπον τῇ ὀργῇ,

γέγραπται γάρ·

ἐµοὶ ἐκδίκησις {ἐστιν},

ἐγὼ ἀνταποδώσω,

λέγει κύριος.

(20) ἀλλ’↓

ἐὰν πεινᾷ ὁ ἐχθρός σου,

↑ ψώµιζε αὐτόν·

ἐὰν διψᾷ,

πότιζε αὐτόν·

τοῦτο↓

γὰρ↓

↑ ποιῶν

↑ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

(21) µὴ νικῶ ὑπὸ τοῦ κακοῦ

ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

(13:1) Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.

οὐ γὰρ ἔστιν ἐξουσία εἰ µὴ ὑπὸ θεοῦ,

αἱ δὲ {ἐξουσίαι} οὖσαι↓

ὑπὸ θεοῦ τεταγµέναι

↑ εἰσίν.

(2) ὥστε↓

ὁ ἀντιτασσόµενος τῇ ἐξουσίᾳ

↑ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν,

οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίµα λήµψονται.

(3) οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ.

θέλεις δὲ

µὴ φοβεῖσθαι τὴν ἐξουσίαν·

τὸ ἀγαθὸν ποίει,

καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·

(4) θεοῦ γὰρ διάκονός ἐστιν {αὕτη} σοὶ εἰς τὸ ἀγαθόν.

ἐὰν↓

δὲ↓

↑ τὸ κακὸν ποιῇς,

↑ φοβοῦ·

οὐ γὰρ εἰκῇ τὴν µάχαιραν φορεῖ·

θεοῦ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν

τῷ τὸ κακὸν πράσσοντι.

(5) διὸ ἀνάγκη {ἐστιν}↓

ὑποτάσσεσθαι,

↑ οὐ µόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.

(6) διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε·

λειτουργοὶ γὰρ θεοῦ εἰσιν {αὐτοὶ}

εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.

(7) ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον {ὀφειλόµενον ἔχοντι} τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιµὴν τὴν τιµήν.

(8) Μηδενὶ µηδὲν “ὀφείλετε

εἰ µὴ τὸ ἀλλήλους ἀγαπᾶν·

ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον

νόµον πεπλήρωκεν.

(9) τὸ γὰρ {τοῦτο}↓

οὐ µοιχεύσεις,

οὐ φονεύσεις,

οὐ κλέψεις,

οὐκ ἐπιθυµήσεις,

καὶ εἴ τις {ἐστιν} ἑτέρα ἐντολή

↑ ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται ἐν τῷ·

ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

(10) ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται·

πλήρωµα οὖν νόµου ἡ ἀγάπη {ἐστιν}.

(11) Καὶ τοῦτο {ἐστιν}

εἰδότες” τὸν καιρόν,

ὅτι ὥρα ἤδη {ἐλήλυθεν}

ὑµᾶς ἐξ ὕπνου ἐγερθῆναι,

νῦν γὰρ ἐγγύτερον ἡµῶν ἡ σωτηρία

ἢ ὅτε ἐπιστεύσαµεν.

(12) ἡ νὺξ προέκοψεν,

ἡ δὲ ἡµέρα ἤγγικεν.

ἀποθώµεθα οὖν τὰ ἔργα τοῦ σκότους,

ἐνδυσώµεθα δὲ τὰ ὅπλα τοῦ φωτός.

(13) ὡς ἐν ἡµέρᾳ εὐσχηµόνως περιπατήσωµεν, µὴ κώµοις καὶ µέθαις, µὴ κοίταις καὶ ἀσελγείαις, µὴ ἔριδι καὶ ζήλῳ,

(14) ἀλλ’ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν

καὶ τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας.

(14:1) Τὸν↓

δὲ↓

↑ ἀσθενοῦντα τῇ πίστει

↑ προσλαµβάνεσθε,

µὴ εἰς διακρίσεις διαλογισµῶν.

(2) ὃς µὲν πιστεύει

φαγεῖν πάντα,

ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.

(3) ὁ ἐσθίων τὸν µὴ ἐσθίοντα µὴ ἐξουθενείτω,

ὁ δὲ µὴ ἐσθίων τὸν ἐσθίοντα µὴ κρινέτω,

ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.

(4) σὺ τίς εἶ

ὁ κρίνων ἀλλότριον οἰκέτην;

τῷ ἰδίῳ κυρίῳ στήκει

ἢ πίπτει·

σταθήσεται δέ,

δυνατεῖ γὰρ ὁ κύριος

στῆσαι αὐτόν.

(5) Ὃς µὲν γὰρ κρίνει ἡµέραν παρ’ ἡµέραν,

ὃς δὲ κρίνει πᾶσαν ἡµέραν·

ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.

(6) ὁ φρονῶν τὴν ἡµέραν

κυρίῳ φρονεῖ·

καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει,

εὐχαριστεῖ γὰρ τῷ θεῷ·

καὶ ὁ µὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει

καὶ εὐχαριστεῖ τῷ θεῷ.

(7) οὐδεὶς γὰρ ἡµῶν ἑαυτῷ ζῇ

καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·

(8) ἐάν↓

τε γὰρ↓

↑ ζῶµεν,

↑ τῷ κυρίῳ ζῶµεν,

ἐάν↓

τε↓

↑ ἀποθνῄσκωµεν,

↑ τῷ κυρίῳ ἀποθνῄσκοµεν.

ἐάν τε↓

οὖν↓

↑ ζῶµεν

ἐάν τε ἀποθνῄσκωµεν,

↑ τοῦ κυρίου ἐσµέν.

(9) εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν

καὶ ἔζησεν,

ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

(10) Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου;

ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου;

πάντες γὰρ παραστησόµεθα τῷ βήµατι τοῦ θεοῦ,

(11) γέγραπται γάρ·

ζῶ ἐγώ,

λέγει κύριος,

ὅτι ἐµοὶ κάµψει πᾶν γόνυ

καὶ πᾶσα γλῶσσα ἐξοµολογήσεται τῷ θεῷ.

(12) ἄρα οὖν ἕκαστος ἡµῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ.

(13) Μηκέτι οὖν ἀλλήλους κρίνωµεν·

ἀλλὰ τοῦτο κρίνατε µᾶλλον,

τὸ µὴ τιθέναι πρόσκοµµα τῷ ἀδελφῷ ἢ σκάνδαλον.

(14) οἶδα

καὶ πέπεισµαι ἐν κυρίῳ Ἰησοῦ

ὅτι {ἐστιν} οὐδὲν κοινὸν δι’ ἑαυτοῦ,

εἰ µὴ τῷ λογιζοµένῳ↓

τι κοινὸν εἶναι,

↑ ἐκείνῳ κοινόν.

(15) εἰ↓

γὰρ↓

↑ διὰ βρῶµα ὁ ἀδελφός σου λυπεῖται,

↑ οὐκέτι κατὰ ἀγάπην περιπατεῖς·

µὴ τῷ βρώµατί σου ἐκεῖνον ἀπόλλυε

ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.

(16) µὴ βλασφηµείσθω οὖν ὑµῶν τὸ ἀγαθόν.

(17) οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύµατι ἁγίῳ·

(18) ὁ↓

γὰρ↓

↑ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ

↑ εὐάρεστος τῷ θεῷ {ἐστιν} καὶ δόκιµος τοῖς ἀνθρώποις.

(19) Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωµεν καὶ τὰ τῆς οἰκοδοµῆς τῆς εἰς ἀλλήλους.

(20) µὴ ἕνεκεν βρώµατος κατάλυε τὸ ἔργον τοῦ θεοῦ.

πάντα µὲν καθαρά {ἐστιν},

ἀλλὰ κακὸν {ἐστιν} τῷ ἀνθρώπῳ

τῷ διὰ προσκόµµατος ἐσθίοντι.

(21) καλὸν {ἐστιν}

τὸ µὴ φαγεῖν κρέα

µηδὲ πιεῖν οἶνον

µηδὲ {τοῦτο ποιεῖν}

ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.

(22) σὺ πίστιν↓

ἣν ἔχεις

↑ κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ.

µακάριος {ἐστιν}

ὁ µὴ κρίνων ἑαυτὸν

ἐν ᾧ δοκιµάζει·

(23) ὁ δὲ διακρινόµενος↓

ἐὰν φάγῃ

↑ κατακέκριται,

ὅτι οὐκ ἐκ πίστεως {ἐστιν}·

πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁµαρτία ἐστίν.

(15:1) Ὀφείλοµεν δὲ ἡµεῖς οἱ δυνατοὶ

τὰ ἀσθενήµατα τῶν ἀδυνάτων βαστάζειν

καὶ µὴ ἑαυτοῖς ἀρέσκειν.

(2) ἕκαστος ἡµῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδοµήν·

(3) “καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν,

ἀλλὰ

καθὼς γέγραπται·

οἱ ὀνειδισµοὶ↓

τῶν ὀνειδιζόντων σε

↑ ἐπέπεσαν ἐπ’ ἐµέ.

(4) ὅσα↓

γὰρ↓

↑ προεγράφη,

↑ εἰς τὴν ἡµετέραν διδασκαλίαν ἐγράφη,

ἵνα διὰ τῆς ὑποµονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωµεν.

(5) ὁ δὲ θεὸς τῆς ὑποµονῆς καὶ τῆς παρακλήσεως δῴη ὑµῖν

τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,

(6) ἵνα ὁµοθυµαδὸν ἐν ἑνὶ στόµατι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡµῶν Ἰησοῦ

Χριστοῦ.

(7) Διὸ προσλαµβάνεσθε ἀλλήλους,

καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑµᾶς εἰς δόξαν τοῦ θεοῦ.

(8) λέγω γὰρ

Χριστὸν διάκονον γεγενῆσθαι περιτοµῆς ὑπὲρ ἀληθείας θεοῦ,

εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,

(9) τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν,

καθὼς γέγραπται·

διὰ τοῦτο ἐξοµολογήσοµαί σοι ἐν ἔθνεσιν

καὶ τῷ ὀνόµατί σου ψαλῶ.

(10) καὶ πάλιν λέγει·

εὐφράνθητε, ἔθνη, µετὰ τοῦ λαοῦ αὐτοῦ.

(11) καὶ πάλιν {λέγει}·

αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν κύριον

καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.

(12) καὶ πάλιν Ἠσαΐας λέγει·

ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ

καὶ ὁ ἀνιστάµενος {ἔσται}

ἄρχειν ἐθνῶν,

ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.

(13) Ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑµᾶς πάσης χαρᾶς καὶ εἰρήνης

ἐν τῷ πιστεύειν,

εἰς τὸ περισσεύειν ὑµᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάµει πνεύµατος ἁγίου.

(14) Πέπεισµαι δέ, ἀδελφοί µου,—καὶ αὐτὸς ἐγὼ περὶ ὑµῶν—

ὅτι καὶ αὐτοὶ µεστοί ἐστε ἀγαθωσύνης,

πεπληρωµένοι πάσης τῆς γνώσεως,

δυνάµενοι καὶ

ἀλλήλους νουθετεῖν.

(15) τολµηρότερον δὲ ἔγραψα ὑµῖν ἀπὸ µέρους

ὡς ἐπαναµιµνῄσκων ὑµᾶς διὰ τὴν χάριν

τὴν δοθεῖσάν µοι ὑπὸ τοῦ θεοῦ

(16) εἰς τὸ εἶναί µε λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη,

ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ,

ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος,

ἡγιασµένη ἐν πνεύµατι ἁγίῳ.

(17) ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·

(18) οὐ γὰρ τολµήσω

τι λαλεῖν

ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐµοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, (19) ἐν δυνάµει σηµείων καὶ τεράτων, ἐν δυνάµει πνεύµατος θεοῦ·

ὥστε µε ἀπὸ Ἰερουσαλὴµ καὶ κύκλῳ µέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,

(20) οὕτως δὲ φιλοτιµούµενον

εὐαγγελίζεσθαι

οὐχ ὅπου ὠνοµάσθη Χριστός,

ἵνα µὴ ἐπ’ ἀλλότριον θεµέλιον οἰκοδοµῶ,

(21) “ἀλλὰ

καθὼς γέγραπται·

οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ

ὄψονται,

καὶ

οἳ οὐκ ἀκηκόασιν

↑ συνήσουσιν.

(22) Διὸ καὶ ἐνεκοπτόµην τὰ πολλὰ

τοῦ ἐλθεῖν πρὸς ὑµᾶς·

(23) νυνὶ δὲ µηκέτι τόπον ἔχων ἐν τοῖς κλίµασιν τούτοις,

ἐπιποθίαν δὲ ἔχων↓

τοῦ ἐλθεῖν πρὸς ὑµᾶς

↑ ἀπὸ πολλῶν ἐτῶν,

(24) ὡς ἂν πορεύωµαι εἰς τὴν Σπανίαν·

ἐλπίζω γὰρ

διαπορευόµενος

θεάσασθαι ὑµᾶς

καὶ ὑφ’ ὑµῶν προπεµφθῆναι ἐκεῖ

ἐὰν ὑµῶν πρῶτον ἀπὸ µέρους ἐµπλησθῶ.

(25) Νυνὶ δὲ πορεύοµαι εἰς Ἰερουσαλὴµ

διακονῶν τοῖς ἁγίοις.

(26) εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα

κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήµ.

(27) εὐδόκησαν γὰρ

καὶ ὀφειλέται εἰσὶν αὐτῶν·

εἰ↓

γὰρ↓

↑ τοῖς πνευµατικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη,

↑ ὀφείλουσιν καὶ

ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.

(28) τοῦτο↓

οὖν↓

↑ ἐπιτελέσας

καὶ σφραγισάµενος αὐτοῖς τὸν καρπὸν τοῦτον,

↑ ἀπελεύσοµαι δι’ ὑµῶν εἰς Σπανίαν·

(29) οἶδα δὲ

ὅτι↓

ἐρχόµενος πρὸς ὑµᾶς

↑ ἐν πληρώµατι εὐλογίας Χριστοῦ ἐλεύσοµαι.

(30) Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύµατος

συναγωνίσασθαί µοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐµοῦ πρὸς τὸν θεόν,

(31) ἵνα ῥυσθῶ

ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ

καὶ ἡ διακονία µου ἡ εἰς Ἰερουσαλὴµ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,

(32) ἵνα↓

ἐν χαρᾷ ἐλθὼν πρὸς ὑµᾶς διὰ θελήµατος θεοῦ

↑ συναναπαύσωµαι ὑµῖν.

(33) Ὁ δὲ θεὸς τῆς εἰρήνης {εἴη} µετὰ πάντων ὑµῶν, ἀµήν.

(16:1) Συνίστηµι δὲ ὑµῖν Φοίβην τὴν ἀδελφὴν ἡµῶν,

οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,

(2) ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων

καὶ παραστῆτε αὐτῇ

ἐν ᾧ ἂν ὑµῶν χρῄζῃ πράγµατι·

καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐµοῦ αὐτοῦ.

(3) Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς µου ἐν Χριστῷ Ἰησοῦ,

(4) οἵτινες ὑπὲρ τῆς ψυχῆς µου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν,

οἷς οὐκ ἐγὼ µόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,

(5) {ἀσπάσασθε} καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.

ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν µου,

ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν.

(6) ἀσπάσασθε Μαρίαν,

ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑµᾶς.

(7) ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς µου καὶ συναιχµαλώτους µου,

οἵτινές εἰσιν ἐπίσηµοι ἐν τοῖς ἀποστόλοις,

οἳ καὶ πρὸ ἐµοῦ γέγοναν ἐν Χριστῷ.

(8) ἀσπάσασθε Ἀµπλιᾶτον τὸν ἀγαπητόν µου ἐν κυρίῳ.

(9) ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡµῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν µου.

(10) ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιµον ἐν Χριστῷ.

ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.

(11) ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ µου.

ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου

τοὺς ὄντας ἐν κυρίῳ.

(12) ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν

τὰς κοπιώσας ἐν κυρίῳ.

ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν,

ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.

(13) ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν µητέρα αὐτοῦ καὶ ἐµοῦ.

(14) ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρµῆν, Πατροβᾶν, Ἑρµᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.

(15) ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυµπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.

(16) ἀσπάσασθε ἀλλήλους ἐν φιλήµατι ἁγίῳ.

ἀσπάζονται ὑµᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ.

(17) Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοί,

σκοπεῖν

τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν↓

ἣν ὑµεῖς ἐµάθετε

↑ ποιοῦντας,

καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν·

(18) οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡµῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ,

καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.

(19) ἡ γὰρ ὑµῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο·

ἐφ’ ὑµῖν οὖν χαίρω,

θέλω δὲ ὑµᾶς

σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν,

ἀκεραίους δὲ {εἶναι} εἰς τὸ κακόν.

(20) ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑµῶν ἐν τάχει.

Ἡ χάρις τοῦ κυρίου ἡµῶν Ἰησοῦ {εἴη} µεθ’ ὑµῶν.

(21) Ἀσπάζεται ὑµᾶς Τιµόθεος ὁ συνεργός µου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς µου.

(22) ἀσπάζοµαι ὑµᾶς ἐγὼ Τέρτιος

ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.

(23) ἀσπάζεται ὑµᾶς Γάϊος ὁ ξένος µου καὶ ὅλης τῆς ἐκκλησίας.

ἀσπάζεται ὑµᾶς Ἔραστος ὁ οἰκονόµος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.

(25) “Τῷ↓

δὲ↓

↑ δυναµένῳ

ὑµᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν µου καὶ τὸ κήρυγµα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν µυστηρίου

χρόνοις αἰωνίοις σεσιγηµένου,

(26) φανερωθέντος δὲ νῦν

διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος,

↑ (27) µόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ Χριστοῦ,

ᾧ ἡ δόξα {εἴη} εἰς τοὺς αἰῶνας, ἀµήν.”

1 Corinthians

(1:1) Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς {ἐπεστείλαµεν}

(2) τῇ ἐκκλησίᾳ τοῦ θεοῦ↓

τῇ οὔσῃ ἐν Κορίνθῳ,

ἡγιασµένοις ἐν Χριστῷ Ἰησοῦ,

↑ κλητοῖς ἁγίοις,

σὺν πᾶσιν τοῖς ἐπικαλουµένοις τὸ ὄνοµα τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡµῶν·

(3) χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(4) Εὐχαριστῶ τῷ θεῷ µου πάντοτε περὶ ὑµῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ

τῇ δοθείσῃ ὑµῖν ἐν Χριστῷ Ἰησοῦ,

(5) ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,

(6) καθὼς τὸ µαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑµῖν,

(7) ὥστε ὑµᾶς µὴ ὑστερεῖσθαι ἐν µηδενὶ χαρίσµατι

ἀπεκδεχοµένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ·

(8) ὃς καὶ βεβαιώσει ὑµᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡµέρᾳ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ.

(9) πιστὸς ὁ θεός {ἐστιν},

δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡµῶν.

(10) Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόµατος τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ,

ἵνα τὸ αὐτὸ λέγητε πάντες

καὶ µὴ ᾖ ἐν ὑµῖν σχίσµατα,

ἦτε δὲ

κατηρτισµένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώµῃ.

(11) ἐδηλώθη γάρ µοι περὶ ὑµῶν, ἀδελφοί µου, ὑπὸ {τῶν οἰκείων} τῶν Χλόης

ὅτι ἔριδες ἐν ὑµῖν εἰσιν.

(12) λέγω δὲ τοῦτο

ὅτι ἕκαστος ὑµῶν λέγει·

ἐγὼ µέν εἰµι Παύλου,

ἐγὼ δὲ {εἰµι} Ἀπολλῶ,

ἐγὼ δὲ {εἰµι} Κηφᾶ,

ἐγὼ δὲ {εἰµι} Χριστοῦ.

(13) µεµέρισται ὁ Χριστός;

µὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑµῶν,

ἢ εἰς τὸ ὄνοµα Παύλου ἐβαπτίσθητε;

(14) εὐχαριστῶ τῷ θεῷ

ὅτι οὐδένα ὑµῶν ἐβάπτισα εἰ µὴ Κρίσπον καὶ Γάϊον,

(15) ἵνα µή τις εἴπῃ

ὅτι εἰς τὸ ἐµὸν ὄνοµα ἐβαπτίσθητε.

(16) ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον,

λοιπὸν οὐκ οἶδα

εἴ τινα ἄλλον ἐβάπτισα.

(17) οὐ γὰρ ἀπέστειλέν µε Χριστὸς

βαπτίζειν

ἀλλ’ εὐαγγελίζεσθαι,

οὐκ {ἀπέστειλέν µε Χριστὸς} ἐν σοφίᾳ λόγου,

ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

(18) Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ↓

τοῖς µὲν ἀπολλυµένοις

↑ µωρία ἐστίν,

τοῖς δὲ σῳζοµένοις ἡµῖν

δύναµις θεοῦ ἐστιν.

(19) γέγραπται γάρ·

ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν

καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.

(20) ποῦ σοφός {ἐστιν};

ποῦ γραµµατεύς {ἐστιν};

ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου {ἐστιν};

οὐχὶ ἐµώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσµου;

(21) ἐπειδὴ↓

γὰρ↓

↑ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσµος

διὰ τῆς σοφίας τὸν θεόν,↓

↑ εὐδόκησεν ὁ θεὸς διὰ τῆς µωρίας τοῦ κηρύγµατος

↑ σῶσαι τοὺς πιστεύοντας·

(22) ἐπειδὴ καὶ Ἰουδαῖοι σηµεῖα αἰτοῦσιν

καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,

(23) ἡµεῖς δὲ κηρύσσοµεν Χριστὸν ἐσταυρωµένον,

Ἰουδαίοις µὲν σκάνδαλον {ὄν},

ἔθνεσιν δὲ µωρίαν {οὖσαν},

(24) αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, {κηρύσσοµεν} Χριστὸν θεοῦ δύναµιν καὶ θεοῦ σοφίαν·

(25) ὅτι τὸ µωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν

καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων {ἐστιν}.

(26) Βλέπετε γὰρ τὴν κλῆσιν ὑµῶν, ἀδελφοί,

ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα {εἰσίν},

οὐ πολλοὶ δυνατοί {εἰσίν},

οὐ πολλοὶ εὐγενεῖς {εἰσίν}·

(27) ἀλλὰ τὰ µωρὰ τοῦ κόσµου ἐξελέξατο ὁ θεός,

ἵνα καταισχύνῃ τοὺς σοφούς,

καὶ τὰ ἀσθενῆ τοῦ κόσµου ἐξελέξατο ὁ θεός,

ἵνα καταισχύνῃ τὰ ἰσχυρά,

(28) καὶ τὰ ἀγενῆ τοῦ κόσµου καὶ τὰ ἐξουθενηµένα ἐξελέξατο ὁ θεός, τὰ µὴ ὄντα,

ἵνα τὰ ὄντα καταργήσῃ,

(29) ὅπως µὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.

(30) ἐξ αὐτοῦ δὲ ὑµεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ,

ὃς ἐγενήθη σοφία ἡµῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασµὸς καὶ ἀπολύτρωσις,

(31) “ἵνα {γένηται}

καθὼς γέγραπται·

ὁ καυχώµενος ἐν κυρίῳ καυχάσθω.

(2:1) Κἀγὼ↓

ἐλθὼν πρὸς ὑµᾶς,

↑ ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας

καταγγέλλων ὑµῖν τὸ µυστήριον τοῦ θεοῦ.

(2) οὐ γὰρ ἔκρινά

τι εἰδέναι ἐν ὑµῖν εἰ µὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωµένον.

(3) κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόµῳ πολλῷ ἐγενόµην πρὸς ὑµᾶς,

(4) καὶ ὁ λόγος µου καὶ τὸ κήρυγµά µου {ἦσαν} οὐκ ἐν πειθοῖς σοφίας λόγοις

ἀλλ’ ἐν ἀποδείξει πνεύµατος καὶ δυνάµεως,

(5) ἵνα ἡ πίστις ὑµῶν µὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάµει θεοῦ.

(6) Σοφίαν δὲ λαλοῦµεν ἐν τοῖς τελείοις,

σοφίαν δὲ {ἐστιν} οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος

τούτου τῶν καταργουµένων·

(7) ἀλλὰ λαλοῦµεν θεοῦ σοφίαν ἐν µυστηρίῳ

τὴν ἀποκεκρυµµένην,

ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡµῶν,

(8) ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν·

εἰ↓

γὰρ↓

↑ ἔγνωσαν,

↑ οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.

(9) “ἀλλὰ

καθὼς γέγραπται·

ἃ ὀφθαλµὸς οὐκ εἶδεν

καὶ οὖς οὐκ ἤκουσεν

καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,

{ταῦτα [ἐστιν ἃ]} ἡτοίµασεν ὁ θεὸς

τοῖς ἀγαπῶσιν αὐτόν.

(10) ἡµῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύµατος·

τὸ γὰρ πνεῦµα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ.

(11) τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ µὴ τὸ πνεῦµα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ;

οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ µὴ τὸ πνεῦµα τοῦ θεοῦ.

(12) ἡµεῖς δὲ οὐ τὸ πνεῦµα τοῦ κόσµου ἐλάβοµεν ἀλλὰ τὸ πνεῦµα τὸ ἐκ τοῦ θεοῦ,

ἵνα εἰδῶµεν

τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡµῖν·

(13) ἃ καὶ λαλοῦµεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς πνεύµατος,

πνευµατικοῖς πνευµατικὰ συγκρίνοντες.

(14) ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύµατος τοῦ θεοῦ·

µωρία γὰρ αὐτῷ ἐστιν

καὶ οὐ δύναται

γνῶναι,

ὅτι πνευµατικῶς ἀνακρίνεται.

(15) ὁ δὲ πνευµατικὸς ἀνακρίνει τὰ πάντα,

αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.

(16) τίς↓

{γέγραπται} γὰρ

↑ ἔγνω νοῦν κυρίου,

ὃς συµβιβάσει αὐτόν;

ἡµεῖς δὲ νοῦν Χριστοῦ ἔχοµεν.

(3:1) Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην

λαλῆσαι ὑµῖν ὡς πνευµατικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.

(2) γάλα ὑµᾶς ἐπότισα,

{ἐπότισα} οὐ βρῶµα·

οὔπω γὰρ ἐδύνασθε.

ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε,

(3) ἔτι γὰρ σαρκικοί ἐστε.

ὅπου {ἐστιν}↓

γὰρ↓

↑ ἐν ὑµῖν ζῆλος καὶ ἔρις,

↑ οὐχὶ σαρκικοί ἐστε

καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;

(4) ὅταν↓

γὰρ

↑ λέγῃ τις·

ἐγὼ µέν εἰµι Παύλου,

ἕτερος δέ {λέγῃ}·

ἐγὼ {εἰµι} Ἀπολλῶ,

οὐκ ἄνθρωποί ἐστε;

(5) Τί οὖν ἐστιν Ἀπολλῶς;

τί δέ ἐστιν Παῦλος;

διάκονοι {ἐσµεν}

δι’ ὧν ἐπιστεύσατε,

καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.

(6) ἐγὼ ἐφύτευσα,

Ἀπολλῶς ἐπότισεν,

ἀλλ’ ὁ θεὸς ηὔξανεν·

(7) ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ’ ὁ αὐξάνων θεός.

(8) ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν,

ἕκαστος δὲ τὸν ἴδιον µισθὸν λήµψεται κατὰ τὸν ἴδιον κόπον·

(9) θεοῦ γάρ ἐσµεν συνεργοί,

θεοῦ γεώργιον, θεοῦ οἰκοδοµή ἐστε.

(10) Κατὰ τὴν χάριν τοῦ θεοῦ↓

τὴν δοθεῖσάν µοι

↑ ὡς σοφὸς ἀρχιτέκτων θεµέλιον ἔθηκα,

ἄλλος δὲ ἐποικοδοµεῖ.

ἕκαστος δὲ βλεπέτω

πῶς ἐποικοδοµεῖ.

(11) θεµέλιον↓↓

γὰρ↓

↑ ἄλλον↓

↑ οὐδεὶς δύναται

↑↑ θεῖναι παρὰ τὸν κείµενον,

ὅς ἐστιν Ἰησοῦς Χριστός.

(12) εἰ↓

δέ↓

↑ τις ἐποικοδοµεῖ ἐπὶ τὸν θεµέλιον χρυσόν, ἄργυρον, λίθους τιµίους, ξύλα, χόρτον, καλάµην,

↑ (13) ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται,

ἡ γὰρ ἡµέρα δηλώσει,

ὅτι ἐν πυρὶ ἀποκαλύπτεται·

καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν

τὸ πῦρ αὐτὸ δοκιµάσει.

(14) εἴ τινος τὸ ἔργον µενεῖ

ὃ ἐποικοδόµησεν,

µισθὸν λήµψεται·

(15) εἴ τινος τὸ ἔργον κατακαήσεται,

ζηµιωθήσεται,

αὐτὸς δὲ σωθήσεται,

οὕτως δὲ {σωθήσεται} ὡς διὰ πυρός.

(16) Οὐκ οἴδατε

ὅτι ναὸς θεοῦ ἐστε

καὶ τὸ πνεῦµα τοῦ θεοῦ οἰκεῖ ἐν ὑµῖν;

(17) εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει,

φθερεῖ τοῦτον ὁ θεός·

ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν,

οἵτινές ἐστε ὑµεῖς.

(18) Μηδεὶς ἑαυτὸν ἐξαπατάτω·

εἴ τις δοκεῖ

σοφὸς εἶναι ἐν ὑµῖν ἐν τῷ αἰῶνι τούτῳ,

µωρὸς γενέσθω,

ἵνα γένηται σοφός.

(19) ἡ γὰρ σοφία τοῦ κόσµου τούτου µωρία παρὰ τῷ θεῷ ἐστιν.

γέγραπται γάρ·

ὁ δρασσόµενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·

(20) καὶ πάλιν {γέγραπται}·

κύριος γινώσκει τοὺς διαλογισµοὺς τῶν σοφῶν

ὅτι εἰσὶν µάταιοι.

(21) ὥστε µηδεὶς καυχάσθω ἐν ἀνθρώποις·

“πάντα γὰρ ὑµῶν ἐστιν, (22) εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς, εἴτε κόσµος εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε µέλλοντα·

πάντα {ἐστιν} ὑµῶν,”

(23) ὑµεῖς δὲ {ἐστε} Χριστοῦ,

Χριστὸς δὲ {ἐστιν} θεοῦ.

(4:1) Οὕτως ἡµᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόµους µυστηρίων θεοῦ.

(2) ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόµοις,

ἵνα πιστός τις εὑρεθῇ.

(3) ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν,

ἵνα ὑφ’ ὑµῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας·

ἀλλ’ οὐδὲ ἐµαυτὸν ἀνακρίνω.

(4) οὐδὲν γὰρ ἐµαυτῷ σύνοιδα,

ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωµαι,

ὁ↓

δὲ↓

↑ ἀνακρίνων µε

↑ κύριός ἐστιν.

(5) ὥστε µὴ πρὸ καιροῦ τι κρίνετε

ἕως ἂν ἔλθῃ ὁ κύριος,

ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους

καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν·

καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.

(6) Ταῦτα δέ, ἀδελφοί, µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλῶν δι’ ὑµᾶς,

ἵνα ἐν ἡµῖν µάθητε

τὸ µὴ {φρονεῖν}

ὑπὲρ ἃ γέγραπται,

ἵνα µὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.

(7) τίς γάρ σε διακρίνει;

τί δὲ ἔχεις

ὃ οὐκ ἔλαβες;

εἰ↓

δὲ↓

↑ καὶ ἔλαβες,

↑ τί καυχᾶσαι

ὡς µὴ λαβών;

(8) ἤδη κεκορεσµένοι ἐστέ,

ἤδη ἐπλουτήσατε,

χωρὶς ἡµῶν ἐβασιλεύσατε·

καὶ ὄφελόν γε ἐβασιλεύσατε,

ἵνα καὶ ἡµεῖς ὑµῖν συµβασιλεύσωµεν.

(9) δοκῶ γάρ,

ὁ θεὸς ἡµᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους,

ὅτι θέατρον ἐγενήθηµεν τῷ κόσµῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.

(10) ἡµεῖς µωροὶ διὰ Χριστόν {ἐσµὲν},

ὑµεῖς δὲ φρόνιµοι ἐν Χριστῷ {ἐστε}·

ἡµεῖς ἀσθενεῖς {ἐσµὲν},

ὑµεῖς δὲ ἰσχυροί {ἐστε}·

ὑµεῖς ἔνδοξοι {ἐστε},

ἡµεῖς δὲ ἄτιµοι {ἐσµὲν}. (11) ἄχρι τῆς ἄρτι ὥρας

καὶ πεινῶµεν

καὶ διψῶµεν

καὶ γυµνιτεύοµεν

καὶ κολαφιζόµεθα

καὶ ἀστατοῦµεν

(12) καὶ κοπιῶµεν

ἐργαζόµενοι ταῖς ἰδίαις χερσίν·

λοιδορούµενοι

εὐλογοῦµεν,

διωκόµενοι

ἀνεχόµεθα,

(13) δυσφηµούµενοι

παρακαλοῦµεν·

ὡς περικαθάρµατα τοῦ κόσµου ἐγενήθηµεν, πάντων περίψηµα ἕως ἄρτι.

(14) Οὐκ↓

ἐντρέπων ὑµᾶς

↑ γράφω ταῦτα

ἀλλ’ ὡς τέκνα µου ἀγαπητὰ νουθετῶ(ν).

(15) ἐὰν↓

γὰρ

↑ µυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ

ἀλλ’ οὐ {ἔχετε} πολλοὺς πατέρας·

ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑµᾶς ἐγέννησα.

(16) Παρακαλῶ οὖν ὑµᾶς,

µιµηταί µου γίνεσθε.

(17) Διὰ τοῦτο ἔπεµψα ὑµῖν Τιµόθεον,

ὅς ἐστίν µου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ,

ὃς ὑµᾶς ἀναµνήσει τὰς ὁδούς µου τὰς ἐν Χριστῷ Ἰησοῦ,

καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.

(18) Ὡς µὴ ἐρχοµένου↓

δέ↓

↑ µου πρὸς ὑµᾶς

↑ ἐφυσιώθησάν τινες·

(19) ἐλεύσοµαι δὲ ταχέως πρὸς ὑµᾶς

ἐὰν ὁ κύριος θελήσῃ,

καὶ γνώσοµαι οὐ τὸν λόγον τῶν πεφυσιωµένων ἀλλὰ τὴν δύναµιν·

(20) οὐ γὰρ {ἐστιν} ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάµει.

(21) τί θέλετε;

ἐν ῥάβδῳ ἔλθω πρὸς ὑµᾶς

ἢ ἐν ἀγάπῃ {ἔλθω} πνεύµατί τε πραΰτητος;

(5:1) Ὅλως ἀκούεται ἐν ὑµῖν πορνεία καὶ τοιαύτη πορνεία

ἥτις οὐδὲ {ἐστιν} ἐν τοῖς ἔθνεσιν,

ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.

(2) καὶ ὑµεῖς πεφυσιωµένοι ἐστὲ

καὶ οὐχὶ µᾶλλον ἐπενθήσατε,

ἵνα ἀρθῇ ἐκ µέσου ὑµῶν

ὁ τὸ ἔργον τοῦτο πράξας;

(3) ἐγὼ↓↓

µὲν↓

↑ γάρ,↓

↑ ἀπὼν τῷ σώµατι

παρὼν δὲ τῷ πνεύµατι,

↑↑ ἤδη κέκρικα

—ὡς παρὼν—

τὸν οὕτως τοῦτο κατεργασάµενον·

(4) ἐν τῷ ὀνόµατι τοῦ κυρίου ἡµῶν Ἰησοῦ συναχθέντων ὑµῶν καὶ τοῦ ἐµοῦ πνεύµατος σὺν τῇ δυνάµει

τοῦ κυρίου ἡµῶν Ἰησοῦ,

(5) παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός,

ἵνα τὸ πνεῦµα σωθῇ ἐν τῇ ἡµέρᾳ τοῦ κυρίου.

(6) Οὐ καλὸν {ἐστιν} τὸ καύχηµα ὑµῶν.

οὐκ οἴδατε

ὅτι µικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ;

(7) ἐκκαθάρατε τὴν παλαιὰν ζύµην,

ἵνα ἦτε νέον φύραµα,

καθώς ἐστε ἄζυµοι·

καὶ γὰρ τὸ πάσχα ἡµῶν ἐτύθη Χριστός.

(8) ὥστε ἑορτάζωµεν µὴ ἐν ζύµῃ παλαιᾷ µηδὲ ἐν ζύµῃ κακίας καὶ πονηρίας ἀλλ’ ἐν ἀζύµοις εἰλικρινείας καὶ ἀληθείας.

(9) Ἔγραψα ὑµῖν ἐν τῇ ἐπιστολῇ

µὴ συναναµίγνυσθαι πόρνοις, (10) οὐ πάντως τοῖς πόρνοις τοῦ κόσµου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις,

ἐπεὶ ὠφείλετε ἄρα

ἐκ τοῦ κόσµου ἐξελθεῖν.

(11) νῦν δὲ ἔγραψα ὑµῖν

µὴ συναναµίγνυσθαι

ἐάν τις ἀδελφὸς↓

ὀνοµαζόµενος

↑ ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ µέθυσος ἢ ἅρπαξ,

τῷ τοιούτῳ µηδὲ συνεσθίειν.

(12) τί γάρ {ἐστιν} µοι

τοὺς ἔξω κρίνειν;

οὐχὶ τοὺς ἔσω ὑµεῖς κρίνετε;

(13) τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ.

ἐξάρατε τὸν πονηρὸν ἐξ ὑµῶν αὐτῶν.

(6:1) Τολµᾷ τις ὑµῶν

πρᾶγµα ἔχων πρὸς τὸν ἕτερον

κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;

(2) ἢ οὐκ οἴδατε

ὅτι οἱ ἅγιοι τὸν κόσµον κρινοῦσιν;

καὶ↓

εἰ ἐν ὑµῖν κρίνεται ὁ κόσµος,

↑ ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;

(3) οὐκ οἴδατε

ὅτι ἀγγέλους κρινοῦµεν,

µήτι γε βιωτικά {κρινοῦµεν};

(4) βιωτικὰ↓

µὲν οὖν↓

↑ κριτήρια ἐὰν ἔχητε,

τοὺς ἐξουθενηµένους ἐν τῇ ἐκκλησίᾳ,

↑ τούτους καθίζετε;

(5) πρὸς ἐντροπὴν ὑµῖν λέγω οὕτως

οὐκ {ἐστιν} ἔνι ἐν ὑµῖν οὐδεὶς σοφός,

ὃς δυνήσεται

διακρῖναι ἀνὰ µέσον τοῦ ἀδελφοῦ αὐτοῦ;

(6) ἀλλ’ ἀδελφὸς µετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπὶ ἀπίστων;

(7) Ἤδη µὲν οὖν ὅλως ἥττηµα ὑµῖν ἐστιν

ὅτι κρίµατα ἔχετε µεθ’ ἑαυτῶν.

διὰ τί οὐχὶ µᾶλλον ἀδικεῖσθε;

διὰ τί οὐχὶ µᾶλλον ἀποστερεῖσθε;

(8) ἀλλ’ ὑµεῖς ἀδικεῖτε

καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς.

(9) Ἢ οὐκ οἴδατε

ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονοµήσουσιν;

µὴ πλανᾶσθε·

οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε µοιχοὶ οὔτε µαλακοὶ οὔτε ἀρσενοκοῖται (10) οὔτε κλέπται οὔτε πλεονέκται, οὐ µέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονοµήσουσιν.

(11) καὶ ταῦτά τινες ἦτε·

ἀλλ’ ἀπελούσασθε,

ἀλλ’ ἡγιάσθητε,

ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόµατι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύµατι τοῦ θεοῦ ἡµῶν.

(12) Πάντα µοι ἔξεστιν

ἀλλ’ οὐ πάντα συµφέρει·

πάντα µοι ἔξεστιν

ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσοµαι ὑπό τινος.

(13) τὰ βρώµατα {ἐστιν} τῇ κοιλίᾳ

καὶ {ἐστιν} ἡ κοιλία τοῖς βρώµασιν,

ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.

τὸ δὲ σῶµα {ἐστιν} οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ,

καὶ {ἐστιν} ὁ κύριος τῷ σώµατι·

(14) ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν

καὶ ἡµᾶς ἐξεγερεῖ διὰ τῆς δυνάµεως αὐτοῦ.

(15) οὐκ οἴδατε

ὅτι τὰ σώµατα ὑµῶν µέλη Χριστοῦ ἐστιν;

ἄρας↓

οὖν↓

↑ τὰ µέλη τοῦ Χριστοῦ

↑ ποιήσω πόρνης µέλη;

µὴ γένοιτο.

(16) ἢ οὐκ οἴδατε

ὅτι↓

ὁ κολλώµενος τῇ πόρνῃ

↑ ἓν σῶµά ἐστιν;

ἔσονται↓

γάρ, φησίν,

↑ οἱ δύο εἰς σάρκα µίαν.

(17) ὁ↓

δὲ↓

↑ κολλώµενος τῷ κυρίῳ

↑ ἓν πνεῦµά ἐστιν.

(18) Φεύγετε τὴν πορνείαν.

πᾶν ἁµάρτηµα↓

ὃ ἐὰν ποιήσῃ ἄνθρωπος

↑ ἐκτὸς τοῦ σώµατός ἐστιν·

ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶµα ἁµαρτάνει.

(19) ἢ οὐκ οἴδατε

ὅτι τὸ σῶµα ὑµῶν ναὸς τοῦ ἐν ὑµῖν ἁγίου πνεύµατός ἐστιν

οὗ ἔχετε ἀπὸ θεοῦ,

καὶ οὐκ ἐστὲ ἑαυτῶν;

(20) ἠγοράσθητε γὰρ τιµῆς·

δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώµατι ὑµῶν.

(7:1) Περὶ↓

δὲ↓

↑ ὧν ἐγράψατε,

↑ καλὸν ἀνθρώπῳ {ἐστιν}

γυναικὸς µὴ ἅπτεσθαι·

(2) διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω

καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.

(3) τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω,

ὁµοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί {ἀποδιδότω}.

(4) ἡ γυνὴ τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει ἀλλ’ ὁ ἀνήρ,

ὁµοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει ἀλλ’ ἡ γυνή.

(5) µὴ ἀποστερεῖτε ἀλλήλους,

εἰ µήτι ἂν ἐκ συµφώνου πρὸς καιρόν,

ἵνα σχολάσητε τῇ προσευχῇ

καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε,

ἵνα µὴ πειράζῃ ὑµᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑµῶν.

(6) τοῦτο δὲ λέγω κατὰ συγγνώµην οὐ κατ’ ἐπιταγήν.

(7) θέλω δὲ

πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐµαυτόν·

ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισµα ἐκ θεοῦ,

ὁ µὲν οὕτως {ἔχει},

ὁ δὲ οὕτως {ἔχει}.

(8) Λέγω δὲ τοῖς ἀγάµοις καὶ ταῖς χήραις,

καλὸν αὐτοῖς {ἐστιν}

ἐὰν µείνωσιν ὡς κἀγώ·

(9) εἰ↓

δὲ↓

↑ οὐκ ἐγκρατεύονται,

↑ γαµησάτωσαν,

κρεῖττον γάρ ἐστιν

γαµῆσαι

ἢ πυροῦσθαι.

(10) Τοῖς δὲ γεγαµηκόσιν παραγγέλλω,—οὐκ ἐγὼ ἀλλ’ ὁ κύριος,—

γυναῖκα ἀπὸ ἀνδρὸς µὴ χωρισθῆναι,

(11)—ἐὰν↓

δὲ↓

↑ καὶ χωρισθῇ,

↑ µενέτω ἄγαµος

ἢ τῷ ἀνδρὶ καταλλαγήτω,—

καὶ ἄνδρα γυναῖκα µὴ ἀφιέναι.

(12) Τοῖς δὲ λοιποῖς λέγω ἐγὼ οὐχ ὁ κύριος·

εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον

καὶ αὕτη συνευδοκεῖ

οἰκεῖν µετ’ αὐτοῦ,

µὴ ἀφιέτω αὐτήν·

(13) καὶ γυνὴ↓

εἴ τις ἔχει ἄνδρα ἄπιστον

καὶ οὗτος συνευδοκεῖ

οἰκεῖν µετ’ αὐτῆς,

↑ µὴ ἀφιέτω τὸν ἄνδρα.

(14) ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ

καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ·

ἐπεὶ ἄρα τὰ τέκνα ὑµῶν ἀκάθαρτά ἐστιν,

νῦν δὲ ἅγιά ἐστιν.

(15) εἰ↓

δὲ↓

↑ ὁ ἄπιστος χωρίζεται,

↑ χωριζέσθω·

οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις·

ἐν δὲ εἰρήνῃ κέκληκεν ὑµᾶς ὁ θεός.

(16) τί γὰρ οἶδας, γύναι,

εἰ τὸν ἄνδρα σώσεις;

ἢ τί οἶδας, ἄνερ,

εἰ τὴν γυναῖκα σώσεις;

(17) Εἰ µὴ ἑκάστῳ ὡς ἐµέρισεν ὁ κύριος,

ἕκαστον ὡς κέκληκεν ὁ θεός,

οὕτως περιπατείτω.

καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσοµαι.

(18) περιτετµηµένος

τις ἐκλήθη,

µὴ ἐπισπάσθω·

ἐν ἀκροβυστίᾳ κέκληταί τις,

µὴ περιτεµνέσθω.

(19) ἡ περιτοµὴ οὐδέν ἐστιν

καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ.

(20) ἕκαστος ἐν τῇ κλήσει

ᾗ ἐκλήθη,

ἐν ταύτῃ µενέτω.

(21) δοῦλος ἐκλήθης,

µή σοι µελέτω·

—ἀλλ’ ↓

εἰ καὶ δύνασαι

ἐλεύθερος γενέσθαι,

↑ µᾶλλον χρῆσαι.—

(22) ὁ γὰρ↓

ἐν κυρίῳ κληθεὶς

↑ δοῦλος ἀπελεύθερος κυρίου ἐστίν,

ὁµοίως ὁ ἐλεύθερος↓

κληθεὶς

↑ δοῦλός ἐστιν Χριστοῦ.

(23) τιµῆς ἠγοράσθητε·

µὴ γίνεσθε δοῦλοι ἀνθρώπων.

(24) ἕκαστος↓

ἐν ᾧ ἐκλήθη,

↑ ἀδελφοί, ἐν τούτῳ µενέτω παρὰ θεῷ.

(25) Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω,

γνώµην δὲ δίδωµι

ὡς ἠλεηµένος ὑπὸ κυρίου

πιστὸς εἶναι.

(26) “Νοµίζω οὖν

τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην,

ὅτι καλὸν {ἐστίν} ἀνθρώπῳ

τὸ οὕτως εἶναι.”

(27) δέδεσαι γυναικί,

µὴ ζήτει λύσιν·

λέλυσαι ἀπὸ γυναικός,

µὴ ζήτει γυναῖκα.

(28) ἐὰν↓

δὲ↓

↑ καὶ γαµήσῃς,

↑ οὐχ ἥµαρτες,

καὶ↓

ἐὰν γήµῃ ἡ παρθένος,

↑ οὐχ ἥµαρτεν·

θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι,

ἐγὼ δὲ ὑµῶν φείδοµαι.

(29) Τοῦτο δέ φηµι, ἀδελφοί,

ὁ καιρὸς συνεσταλµένος ἐστίν·

τὸ λοιπόν ἵνα καὶ↓

οἱ ἔχοντες γυναῖκας

ὡς µὴ ἔχοντες

↑ ὦσιν

(30) καὶ {ὦσιν}

οἱ κλαίοντες

ὡς µὴ κλαίοντες

καὶ {ὦσιν}

οἱ χαίροντες

ὡς µὴ χαίροντες

καὶ {ὦσιν}

οἱ ἀγοράζοντες

ὡς µὴ κατέχοντες,

(31) καὶ {ὦσιν}

οἱ χρώµενοι τὸν κόσµον

ὡς µὴ καταχρώµενοι·

παράγει γὰρ τὸ σχῆµα τοῦ κόσµου τούτου.

(32) Θέλω δὲ

ὑµᾶς ἀµερίµνους εἶναι.

ὁ ἄγαµος µεριµνᾷ τὰ τοῦ κυρίου,

πῶς ἀρέσῃ τῷ κυρίῳ·

(33) ὁ δὲ γαµήσας µεριµνᾷ τὰ τοῦ κόσµου,

πῶς ἀρέσῃ τῇ γυναικί,

(34) καὶ µεµέρισται.

καὶ ἡ γυνὴ ἡ ἄγαµος καὶ ἡ παρθένος µεριµνᾷ τὰ τοῦ κυρίου,

ἵνα ᾖ ἁγία καὶ τῷ σώµατι καὶ τῷ πνεύµατι·

ἡ δὲ γαµήσασα µεριµνᾷ τὰ τοῦ κόσµου,

πῶς ἀρέσῃ τῷ ἀνδρί.

(35) τοῦτο δὲ πρὸς τὸ ὑµῶν αὐτῶν σύµφορον λέγω,

οὐχ ἵνα βρόχον ὑµῖν ἐπιβάλω

ἀλλὰ {ἄγω} πρὸς τὸ εὔσχηµον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

(36) Εἰ δέ τις↓

ἀσχηµονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ

↑ νοµίζει,

ἐὰν ᾖ ὑπέρακµος

καὶ↓

οὕτως↓

↑ ὀφείλει

↑ γίνεσθαι,

ὃ θέλει

ποιείτω,

οὐχ ἁµαρτάνει,

γαµείτωσαν.

(37) “ὃς↓

δὲ↓

↑ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος

µὴ ἔχων ἀνάγκην,

ἐξουσίαν δὲ ἔχει” περὶ τοῦ ἰδίου θελήµατος

καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ,

τηρεῖν τὴν ἑαυτοῦ παρθένον,

↑ καλῶς ποιήσει.

(38) “ὥστε καὶ↓

ὁ γαµίζων τὴν ἑαυτοῦ παρθένον

↑ καλῶς ποιεῖ

καὶ↓

ὁ µὴ γαµίζων

↑ κρεῖσσον ποιήσει.”

(39) Γυνὴ δέδεται

ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς·

ἐὰν↓

δὲ↓

↑ κοιµηθῇ ὁ ἀνήρ,

↑ {αὕτη} ἐλευθέρα ἐστὶν

ᾧ θέλει

γαµηθῆναι,

µόνον ἐν κυρίῳ {ἔστω}.

(40) µακαριωτέρα δέ {αὕτη} ἐστιν↓

ἐὰν οὕτως µείνῃ,

↑ κατὰ τὴν ἐµὴν γνώµην·

δοκῶ δὲ κἀγὼ

πνεῦµα θεοῦ ἔχειν.

(8:1) Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαµεν

ὅτι πάντες γνῶσιν ἔχοµεν.

ἡ γνῶσις φυσιοῖ,

ἡ δὲ ἀγάπη οἰκοδοµεῖ·

(2) εἴ τις δοκεῖ

ἐγνωκέναι τι,

οὔπω ἔγνω

καθὼς δεῖ

γνῶναι·

(3) εἰ↓

δέ↓

↑ τις ἀγαπᾷ τὸν θεόν,

↑ οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ.

(4) Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαµεν

ὅτι {ἐστιν} οὐδὲν εἴδωλον ἐν κόσµῳ

καὶ {οἴδαµεν}

ὅτι {ἐστιν} οὐδεὶς θεὸς εἰ µὴ εἷς.

(5) καὶ γὰρ

εἴπερ εἰσὶν↓

λεγόµενοι θεοὶ

↑ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς,

—ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,—

(6) ἀλλ’ ἡµῖν {ἐστιν} εἷς θεὸς ὁ πατὴρ

ἐξ οὗ τὰ πάντα {ἐστιν}

καὶ ἡµεῖς {ἐσµεν} εἰς αὐτόν,

καὶ {ἐστιν} εἷς κύριος Ἰησοῦς Χριστὸς

δι’ οὗ τὰ πάντα {ἐστιν}

καὶ ἡµεῖς {ἐσµεν} δι’ αὐτοῦ.

(7) Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις {ἐστιν}·

τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν,

καὶ ἡ συνείδησις αὐτῶν↓

ἀσθενὴς οὖσα

↑ µολύνεται.

(8) βρῶµα δὲ ἡµᾶς οὐ παραστήσει τῷ θεῷ·

οὔτε↓

ἐὰν µὴ φάγωµεν

↑ ὑστερούµεθα,

οὔτε↓

ἐὰν φάγωµεν

↑ περισσεύοµεν.

(9) βλέπετε δὲ

{ἵνα} µή πως ἡ ἐξουσία ὑµῶν αὕτη πρόσκοµµα γένηται τοῖς ἀσθενέσιν.

(10) ἐὰν↓

γάρ↓

↑ τις ἴδῃ σὲ

τὸν ἔχοντα γνῶσιν

ἐν εἰδωλείῳ κατακείµενον,

↑ οὐχὶ ἡ συνείδησις↓

αὐτοῦ ἀσθενοῦς ὄντος

↑ οἰκοδοµηθήσεται

εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;

(11) ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς

δι’ ὃν Χριστὸς ἀπέθανεν.

(12) οὕτως↓

δὲ↓

↑ ἁµαρτάνοντες εἰς τοὺς ἀδελφοὺς

καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν

↑ εἰς Χριστὸν ἁµαρτάνετε.

(13) διόπερ↓

εἰ βρῶµα σκανδαλίζει τὸν ἀδελφόν µου,

↑ οὐ µὴ φάγω κρέα εἰς τὸν αἰῶνα,

ἵνα µὴ τὸν ἀδελφόν µου σκανδαλίσω.

(9:1) Οὐκ εἰµὶ ἐλεύθερος;

οὐκ εἰµὶ ἀπόστολος;

οὐχὶ Ἰησοῦν τὸν κύριον ἡµῶν ἑόρακα;

οὐ τὸ ἔργον µου ὑµεῖς ἐστε ἐν κυρίῳ;

(2) εἰ ἄλλοις οὐκ εἰµὶ ἀπόστολος,

ἀλλά γε ὑµῖν εἰµι·

ἡ γὰρ σφραγίς µου τῆς ἀποστολῆς ὑµεῖς ἐστε ἐν κυρίῳ.

(3) Ἡ ἐµὴ ἀπολογία↓

τοῖς ἐµὲ ἀνακρίνουσίν

↑ ἐστιν αὕτη.

(4) µὴ οὐκ ἔχοµεν ἐξουσίαν

φαγεῖν

καὶ πεῖν;

(5) µὴ οὐκ ἔχοµεν ἐξουσίαν

ἀδελφὴν γυναῖκα περιάγειν

ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι {ἔχουσιν} καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;

(6) ἢ µόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχοµεν ἐξουσίαν

µὴ ἐργάζεσθαι;

(7) Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ;

τίς φυτεύει ἀµπελῶνα

καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει;

ἢ τίς ποιµαίνει ποίµνην

καὶ ἐκ τοῦ γάλακτος τῆς ποίµνης οὐκ ἐσθίει;

(8) Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ

ἢ καὶ ὁ νόµος ταῦτα οὐ λέγει;

(9) ἐν γὰρ τῷ Μωϋσέως νόµῳ γέγραπται·

οὐ κηµώσεις βοῦν ἀλοῶντα.

µὴ τῶν βοῶν µέλει τῷ θεῷ

(10) ἢ δι’ ἡµᾶς πάντως λέγει;

δι’ ἡµᾶς γὰρ ἐγράφη

ὅτι ὀφείλει↓

ἐπ’ ἐλπίδι↓

↑ ὁ ἀροτριῶν

↑ ἀροτριᾶν

καὶ {ὀφείλει} ὁ ἀλοῶν

ἐπ’ ἐλπίδι τοῦ µετέχειν.

(11) εἰ ἡµεῖς ὑµῖν τὰ πνευµατικὰ ἐσπείραµεν,

µέγα {ἐστιν}

εἰ ἡµεῖς ὑµῶν τὰ σαρκικὰ θερίσοµεν;

(12) Εἰ ἄλλοι τῆς ὑµῶν ἐξουσίας µετέχουσιν,

οὐ µᾶλλον ἡµεῖς {µετέχοµεν};

ἀλλ’ οὐκ ἐχρησάµεθα τῇ ἐξουσίᾳ ταύτῃ,

ἀλλὰ πάντα στέγοµεν,

ἵνα µή τινα ἐγκοπὴν δῶµεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.

(13) Οὐκ οἴδατε

ὅτι↓

οἱ τὰ ἱερὰ ἐργαζόµενοι

↑ τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν,

οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες

τῷ θυσιαστηρίῳ συµµερίζονται;

(14) οὕτως καὶ ὁ κύριος διέταξεν

τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν

ἐκ τοῦ εὐαγγελίου ζῆν.

(15) Ἐγὼ δὲ οὐ κέχρηµαι οὐδενὶ τούτων.

Οὐκ ἔγραψα δὲ ταῦτα,

ἵνα οὕτως γένηται ἐν ἐµοί·

καλὸν γάρ {ἐστίν} µοι µᾶλλον

ἀποθανεῖν

“ἤ, τὸ καύχηµά µου οὐδεὶς κενώσει.”

(16) ἐὰν↓

γὰρ↓

↑ εὐαγγελίζωµαι,

↑ οὐκ ἔστιν µοι καύχηµα·

ἀνάγκη γάρ µοι ἐπίκειται·

οὐαὶ γάρ µοί ἐστιν

ἐὰν µὴ εὐαγγελίσωµαι.

(17) εἰ↓

γὰρ↓

↑ ἑκὼν τοῦτο πράσσω,

↑ µισθὸν ἔχω·

εἰ↓

δὲ↓

↑ ἄκων {τοῦτο πράσσω},

↑ οἰκονοµίαν πεπίστευµαι·

(18) τίς οὖν µού ἐστιν ὁ µισθός;

ἵνα↓

εὐαγγελιζόµενος

↑ ἀδάπανον θήσω τὸ εὐαγγέλιον

εἰς τὸ µὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ µου ἐν τῷ εὐαγγελίῳ.

(19) Ἐλεύθερος↓

γὰρ↓

↑ ὢν ἐκ πάντων

↑ πᾶσιν ἐµαυτὸν ἐδούλωσα,

ἵνα τοὺς πλείονας κερδήσω·

(20) καὶ ἐγενόµην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος,

ἵνα Ἰουδαίους κερδήσω·

τοῖς ὑπὸ νόµον {ἐγενόµην} ὡς ὑπὸ νόµον,

µὴ ὢν αὐτὸς ὑπὸ νόµον,

ἵνα τοὺς ὑπὸ νόµον κερδήσω·

(21) τοῖς ἀνόµοις {ἐγενόµην} ὡς ἄνοµος,

µὴ ὢν ἄνοµος θεοῦ ἀλλ’ ἔννοµος Χριστοῦ,

ἵνα κερδάνω τοὺς ἀνόµους·

(22) ἐγενόµην τοῖς ἀσθενέσιν ἀσθενής,

ἵνα τοὺς ἀσθενεῖς κερδήσω·

τοῖς πᾶσιν γέγονα πάντα,

ἵνα πάντως τινὰς σώσω.

(23) πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον,

ἵνα συγκοινωνὸς αὐτοῦ γένωµαι.

(24) Οὐκ οἴδατε

ὅτι↓

οἱ ἐν σταδίῳ τρέχοντες πάντες

↑ µὲν τρέχουσιν,

εἷς δὲ λαµβάνει τὸ βραβεῖον;

οὕτως τρέχετε

ἵνα καταλάβητε.

(25) πᾶς↓

δὲ↓

↑ ὁ ἀγωνιζόµενος

↑ πάντα ἐγκρατεύεται,

ἐκεῖνοι µὲν οὖν {ποιοῦσιν τοῦτο}

ἵνα φθαρτὸν στέφανον λάβωσιν,

ἡµεῖς δὲ ἄφθαρτον {ληµψόµεθα}.

(26) ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως,

οὕτως πυκτεύω

ὡς οὐκ ἀέρα δέρων·

(27) ἀλλ’ ὑπωπιάζω µου τὸ σῶµα

καὶ δουλαγωγῶ,

{ἵνα} µή πως↓

ἄλλοις κηρύξας

↑ αὐτὸς ἀδόκιµος γένωµαι.

(10:1) Οὐ θέλω γὰρ ὑµᾶς↓

ἀγνοεῖν,

↑ ἀδελφοί,

ὅτι οἱ πατέρες ἡµῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν

καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον

(2) καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ

(3) καὶ πάντες τὸ αὐτὸ πνευµατικὸν βρῶµα ἔφαγον

(4) καὶ πάντες τὸ αὐτὸ πνευµατικὸν ἔπιον πόµα·

ἔπινον γὰρ ἐκ πνευµατικῆς ἀκολουθούσης πέτρας,

ἡ πέτρα δὲ ἦν ὁ Χριστός.

(5) Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός,

κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήµῳ.

(6) Ταῦτα δὲ τύποι ἡµῶν ἐγενήθησαν,

εἰς τὸ µὴ εἶναι ἡµᾶς ἐπιθυµητὰς κακῶν,

καθὼς κἀκεῖνοι ἐπεθύµησαν.

(7) µηδὲ εἰδωλολάτραι γίνεσθε

καθώς τινες αὐτῶν {ἦσαν},

ὥσπερ γέγραπται·

ἐκάθισεν ὁ λαὸς

φαγεῖν

καὶ πεῖν

καὶ ἀνέστησαν

παίζειν.

(8) µηδὲ πορνεύωµεν,

καθώς τινες αὐτῶν ἐπόρνευσαν

καὶ ἔπεσαν µιᾷ ἡµέρᾳ εἴκοσι τρεῖς χιλιάδες.

(9) µηδὲ ἐκπειράζωµεν τὸν Χριστόν,

καθώς τινες αὐτῶν ἐπείρασαν

καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.

(10) µηδὲ γογγύζετε,

καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν

καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

(11) ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις,

—ἐγράφη δὲ πρὸς νουθεσίαν ἡµῶν,—

εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.

(12) Ὥστε↓

ὁ δοκῶν

ἑστάναι

↑ βλεπέτω

{ἵνα} µὴ πέσῃ.

(13) πειρασµὸς ὑµᾶς οὐκ εἴληφεν εἰ µὴ ἀνθρώπινος·

πιστὸς δὲ {ἐστιν} ὁ θεός,

ὃς οὐκ ἐάσει

ὑµᾶς πειρασθῆναι

ὑπὲρ ὃ δύνασθε

ἀλλὰ ποιήσει σὺν τῷ πειρασµῷ καὶ τὴν ἔκβασιν

τοῦ δύνασθαι

ὑπενεγκεῖν.

(14) Διόπερ, ἀγαπητοί µου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.

(15) ὡς φρονίµοις λέγω·

κρίνατε ὑµεῖς

ὅ φηµι.

(16) Τὸ ποτήριον τῆς εὐλογίας↓

ὃ εὐλογοῦµεν,

↑ οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵµατος τοῦ Χριστοῦ;

τὸν ἄρτον↓

ὃν κλῶµεν,

↑ οὐχὶ κοινωνία τοῦ σώµατος τοῦ Χριστοῦ ἐστιν;

(17) ὅτι εἷς ἄρτος {ἐστιν},

ἓν σῶµα οἱ πολλοί ἐσµεν,

οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου µετέχοµεν.

(18) βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα·

οὐχ↓

οἱ ἐσθίοντες τὰς θυσίας

↑ κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;

(19) Τί οὖν φηµι;

ὅτι εἰδωλόθυτόν τί ἐστιν

ἢ ὅτι εἴδωλόν τί ἐστιν;

(20) ἀλλ’ ὅτι↓

ἃ θύουσιν,

↑ δαιµονίοις καὶ οὐ θεῷ θύουσιν·

οὐ θέλω δὲ

ὑµᾶς κοινωνοὺς τῶν δαιµονίων γίνεσθαι.

(21) οὐ δύνασθε

ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιµονίων,

οὐ δύνασθε

τραπέζης κυρίου µετέχειν καὶ τραπέζης δαιµονίων.

(22) ἢ παραζηλοῦµεν τὸν κύριον;

µὴ ἰσχυρότεροι αὐτοῦ ἐσµεν;

(23) Πάντα ἔξεστιν

ἀλλ’ οὐ πάντα συµφέρει·

πάντα ἔξεστιν

ἀλλ’ οὐ πάντα οἰκοδοµεῖ.

(24) µηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου.

(25) Πᾶν τὸ ἐν µακέλλῳ πωλούµενον

ἐσθίετε

µηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·

(26) τοῦ κυρίου↓

{γέγραπται} γὰρ·

{ἐστιν} ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς.

(27) εἴ τις καλεῖ ὑµᾶς τῶν ἀπίστων

καὶ θέλετε

πορεύεσθαι,

πᾶν τὸ παρατιθέµενον ὑµῖν

ἐσθίετε

µηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.

(28) ἐὰν↓

δέ↓

↑ τις ὑµῖν εἴπῃ·

↑ τοῦτο ἱερόθυτόν ἐστιν,

µὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν µηνύσαντα καὶ τὴν συνείδησιν·

(29) συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου.

ἱνατί γὰρ ἡ ἐλευθερία µου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;

(30) εἰ ἐγὼ χάριτι µετέχω,

τί βλασφηµοῦµαι

ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

(31) Εἴτε οὖν ἐσθίετε

εἴτε πίνετε

εἴτε τι {ἄλλο} ποιεῖτε,

πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.

(32) ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,

(33) καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω

µὴ ζητῶν τὸ ἐµαυτοῦ σύµφορον ἀλλὰ τὸ τῶν πολλῶν,

ἵνα σωθῶσιν.

(11:1) µιµηταί µου γίνεσθε

καθὼς κἀγὼ Χριστοῦ {µιµέοµαι}.

(2) Ἐπαινῶ δὲ ὑµᾶς

ὅτι πάντα µου µέµνησθε

καί,↓

καθὼς παρέδωκα ὑµῖν,

↑ τὰς παραδόσεις κατέχετε.

(3) Θέλω δὲ ὑµᾶς

εἰδέναι

ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν,

κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ {ἐστιν},

κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός {ἐστιν}.

(4) πᾶς ἀνὴρ↓

προσευχόµενος

ἢ προφητεύων

κατὰ κεφαλῆς ἔχων

↑ καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.

(5) πᾶσα δὲ γυνὴ↓

προσευχοµένη

ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ

↑ καταισχύνει τὴν κεφαλὴν αὐτῆς·

ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρηµένῃ.

(6) εἰ↓

γὰρ↓

↑ οὐ κατακαλύπτεται γυνή,

↑ καὶ κειράσθω·

εἰ↓

δὲ↓

↑ αἰσχρὸν γυναικὶ {ἐστιν}

τὸ κείρασθαι

ἢ ξυρᾶσθαι,

↑ κατακαλυπτέσθω.

(7) Ἀνὴρ µὲν γὰρ οὐκ ὀφείλει

κατακαλύπτεσθαι τὴν κεφαλὴν

εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων·

ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.

(8) οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς

ἀλλὰ γυνὴ ἐξ ἀνδρός {ἐστιν}·

(9) καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα

ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα {ἐκτίσθη}.

(10) διὰ τοῦτο ὀφείλει ἡ γυνὴ

ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.

(11) πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ {ἐστιν}·

(12) ὥσπερ↓

γὰρ↓

↑ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός {ἐστιν},

↑ οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός {ἐστιν}·

τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ {εἰσίν}.

(13) Ἐν ὑµῖν αὐτοῖς κρίνατε·

πρέπον ἐστὶν

γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι;

(14) οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑµᾶς

ὅτι ἀνὴρ µὲν↓

ἐὰν κοµᾷ

↑ ἀτιµία αὐτῷ ἐστιν,

(15) γυνὴ δὲ↓

ἐὰν κοµᾷ

↑ δόξα αὐτῇ ἐστιν;

ὅτι ἡ κόµη ἀντὶ περιβολαίου δέδοται αὐτῇ.

(16) Εἰ↓

δέ↓

↑ τις δοκεῖ

φιλόνεικος εἶναι,

↑ ἡµεῖς τοιαύτην συνήθειαν οὐκ ἔχοµεν

οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ {ἔχουσιν}.

(17) Τοῦτο↓

δὲ↓

↑ παραγγέλλων

↑ οὐκ ἐπαινῶ

ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλ’ εἰς τὸ ἧσσον συνέρχεσθε.

(18) “πρῶτον µὲν γὰρ↓

συνερχοµένων ὑµῶν ἐν ἐκκλησίᾳ

↑ ἀκούω

σχίσµατα ἐν ὑµῖν ὑπάρχειν”

καὶ µέρος τι πιστεύω.

(19) δεῖ γὰρ

καὶ αἱρέσεις ἐν ὑµῖν εἶναι,

ἵνα καὶ οἱ δόκιµοι φανεροὶ γένωνται ἐν ὑµῖν.

(20) Συνερχοµένων↓

οὖν↓

↑ ὑµῶν ἐπὶ τὸ αὐτὸ

↑ οὐκ ἔστιν

κυριακὸν δεῖπνον φαγεῖν·

(21) ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαµβάνει

ἐν τῷ φαγεῖν,

καὶ ὃς µὲν πεινᾷ

ὃς δὲ µεθύει.

(22) µὴ γὰρ οἰκίας οὐκ ἔχετε

εἰς τὸ ἐσθίειν

καὶ πίνειν;

ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε,

καὶ καταισχύνετε

τοὺς µὴ ἔχοντας;

τί εἴπω ὑµῖν;

ἐπαινέσω ὑµᾶς;

ἐν τούτῳ οὐκ ἐπαινῶ.

(23) Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου,

ὃ καὶ παρέδωκα ὑµῖν,

ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ↓

ᾗ παρεδίδετο

↑ ἔλαβεν ἄρτον

(24) καὶ↓

εὐχαριστήσας

↑ ἔκλασεν

καὶ εἶπεν·

τοῦτό µού ἐστιν τὸ σῶµα τὸ ὑπὲρ ὑµῶν·

τοῦτο ποιεῖτε εἰς τὴν ἐµὴν ἀνάµνησιν.

(25) ὡσαύτως καὶ τὸ ποτήριον {ἔλαβεν}

µετὰ τὸ δειπνῆσαι

λέγων·

τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐµῷ αἵµατι·

τοῦτο ποιεῖτε,↓

ὁσάκις ἐὰν πίνητε,

↑ εἰς τὴν ἐµὴν ἀνάµνησιν.

(26) ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον

καὶ τὸ ποτήριον πίνητε,

τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε

ἄχρι οὗ ἔλθῃ.

(27) Ὥστε↓

ὃς ἂν ἐσθίῃ τὸν ἄρτον

ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως,

↑ ἔνοχος ἔσται τοῦ σώµατος καὶ τοῦ αἵµατος τοῦ κυρίου.

(28) δοκιµαζέτω δὲ ἄνθρωπος ἑαυτὸν

καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω

καὶ ἐκ τοῦ ποτηρίου πινέτω·

(29) ὁ γὰρ ἐσθίων καὶ πίνων κρίµα ἑαυτῷ ἐσθίει

καὶ πίνει {κρίµα ἑαυτῷ}

µὴ διακρίνων τὸ σῶµα.

(30) διὰ τοῦτο ἐν ὑµῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι {εἰσίν}

καὶ κοιµῶνται ἱκανοί.

(31) εἰ↓

δὲ↓

↑ ἑαυτοὺς διεκρίνοµεν,

↑ οὐκ ἂν ἐκρινόµεθα·

(32) κρινόµενοι

δὲ ὑπὸ τοῦ κυρίου παιδευόµεθα,

ἵνα µὴ σὺν τῷ κόσµῳ κατακριθῶµεν.

(33) Ὥστε, ἀδελφοί µου,↓

συνερχόµενοι

εἰς τὸ φαγεῖν

↑ ἀλλήλους ἐκδέχεσθε.

(34) εἴ τις πεινᾷ,

ἐν οἴκῳ ἐσθιέτω,

ἵνα µὴ εἰς κρίµα συνέρχησθε.

τὰ δὲ λοιπὰ↓

ὡς ἂν ἔλθω

↑ διατάξοµαι.

(12:1) Περὶ↓↓

δὲ↓

↑ τῶν πνευµατικῶν,↓

↑ ἀδελφοί, οὐ θέλω ὑµᾶς

↑↑ ἀγνοεῖν.

(2) Οἴδατε

ὅτι↓

ὅτε ἔθνη ἦτε

↑ πρὸς τὰ εἴδωλα τὰ ἄφωνα↓

ὡς ἂν ἤγεσθε

↑ ἀπαγόµενοι.

(3) διὸ γνωρίζω ὑµῖν

ὅτι οὐδεὶς↓

ἐν πνεύµατι θεοῦ λαλῶν

↑ λέγει·

Ἀνάθεµα {ἐστιν} Ἰησοῦς,

καὶ οὐδεὶς δύναται

εἰπεῖν·↓

Κύριος {ἐστιν} Ἰησοῦς,

↑ εἰ µὴ ἐν πνεύµατι ἁγίῳ.

(4) Διαιρέσεις δὲ χαρισµάτων εἰσίν,

τὸ δὲ αὐτὸ πνεῦµα·

(5) καὶ διαιρέσεις διακονιῶν εἰσιν,

καὶ ὁ αὐτὸς κύριος {ἐστιν}·

(6) καὶ διαιρέσεις ἐνεργηµάτων εἰσίν,

ὁ δὲ αὐτὸς θεὸς {ἐστιν}

ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.

(7) ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύµατος πρὸς τὸ συµφέρον.

(8) ᾧ µὲν γὰρ διὰ τοῦ πνεύµατος δίδοται λόγος σοφίας,

ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦµα {δίδοται},

(9) ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύµατι {δίδοται},

ἄλλῳ δὲ χαρίσµατα ἰαµάτων ἐν τῷ ἑνὶ πνεύµατι {δίδοται},

(10) ἄλλῳ δὲ ἐνεργήµατα δυνάµεων {δίδοται},

ἄλλῳ δὲ προφητεία {δίδοται},

ἄλλῳ δὲ διακρίσεις πνευµάτων {δίδοται},

ἑτέρῳ γένη γλωσσῶν {δίδοται},

ἄλλῳ δὲ ἑρµηνεία γλωσσῶν {δίδοται}·

(11) πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦµα

διαιροῦν ἰδίᾳ ἑκάστῳ

καθὼς βούλεται.

(12) Καθάπερ↓

γὰρ ↓↓

↑ τὸ σῶµα ἕν ἐστιν

καὶ µέλη πολλὰ ἔχει,

πάντα δὲ τὰ µέλη τοῦ σώµατος↓

πολλὰ ὄντα

↑ ἕν ἐστιν σῶµα,

↑↑ οὕτως καὶ ὁ Χριστός {ἐστιν}·

(13) καὶ γὰρ ἐν ἑνὶ πνεύµατι ἡµεῖς πάντες εἰς ἓν σῶµα ἐβαπτίσθηµεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι

εἴτε ἐλεύθεροι,

καὶ πάντες ἓν πνεῦµα ἐποτίσθηµεν.

(14) Καὶ γὰρ τὸ σῶµα οὐκ ἔστιν ἓν µέλος ἀλλὰ πολλά.

(15) ἐὰν εἴπῃ ὁ πούς·

ὅτι οὐκ εἰµὶ χείρ,

οὐκ εἰµὶ ἐκ τοῦ σώµατος,

οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώµατος;

(16) καὶ↓

ἐὰν εἴπῃ τὸ οὖς·

ὅτι οὐκ εἰµὶ ὀφθαλµός,

οὐκ εἰµὶ ἐκ τοῦ σώµατος,

↑ οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώµατος;

(17) εἰ ὅλον τὸ σῶµα ὀφθαλµός {ἦν},

ποῦ ἡ ἀκοή {ἦν};

εἰ ὅλον ἀκοή {ἦν},

ποῦ ἡ ὄσφρησις {ἦν};

(18) νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ µέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώµατι

καθὼς ἠθέλησεν.

(19) εἰ↓

δὲ↓

↑ ἦν τὰ πάντα ἓν µέλος,

↑ ποῦ τὸ σῶµα {ᾖ};

(20) νῦν δὲ πολλὰ µὲν µέλη {ἐστιν},

ἓν δὲ σῶµα {ἐστιν}.

(21) οὐ δύναται δὲ ὁ ὀφθαλµὸς

εἰπεῖν τῇ χειρί·

χρείαν σου οὐκ ἔχω,

ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν·

χρείαν ὑµῶν οὐκ ἔχω·

(22) ἀλλὰ πολλῷ µᾶλλον τὰ δοκοῦντα µέλη τοῦ σώµατος↓

ἀσθενέστερα ὑπάρχειν

↑ ἀναγκαῖά ἐστιν,

(23) καὶ↓↓

ἃ δοκοῦµεν↓

ἀτιµότερα εἶναι

↑ τοῦ σώµατος

↑↑ τούτοις τιµὴν περισσοτέραν περιτίθεµεν,

καὶ τὰ ἀσχήµονα ἡµῶν εὐσχηµοσύνην περισσοτέραν ἔχει,

(24) τὰ δὲ εὐσχήµονα ἡµῶν οὐ χρείαν ἔχει.

Ἀλλ’ ὁ θεὸς συνεκέρασεν τὸ σῶµα

τῷ ὑστερουµένῳ περισσοτέραν δοὺς τιµήν,

(25) ἵνα µὴ ᾖ σχίσµα ἐν τῷ σώµατι

ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων µεριµνῶσιν τὰ µέλη.

(26) καὶ εἴτε πάσχει ἓν µέλος,

συµπάσχει πάντα τὰ µέλη·

εἴτε δοξάζεται ἓν µέλος,

συγχαίρει πάντα τὰ µέλη.

(27) Ὑµεῖς δέ ἐστε σῶµα Χριστοῦ καὶ µέλη ἐκ µέρους.

(28) “Καὶ οὓς µὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάµεις, ἔπειτα χαρίσµατα ἰαµάτων, ἀντιλήµψεις, κυβερνήσεις, γένη γλωσσῶν.”

(29) µὴ πάντες ἀπόστολοι {εἰσίν};

µὴ πάντες προφῆται {εἰσίν};

µὴ πάντες διδάσκαλοι {εἰσίν};

µὴ πάντες δυνάµεις {εἰσίν};

(30) µὴ πάντες χαρίσµατα ἔχουσιν ἰαµάτων;

µὴ πάντες γλώσσαις λαλοῦσιν;

µὴ πάντες διερµηνεύουσιν;

(31) ζηλοῦτε δὲ τὰ χαρίσµατα τὰ µείζονα.

Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑµῖν δείκνυµι.

(13:1) Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων,

ἀγάπην δὲ µὴ ἔχω,

γέγονα χαλκὸς ἠχῶν ἢ κύµβαλον ἀλαλάζον.

(2) καὶ ἐὰν ἔχω προφητείαν

καὶ εἰδῶ τὰ µυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν

καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν

ὥστε ὄρη µεθιστάναι,

ἀγάπην δὲ µὴ ἔχω,

οὐθέν εἰµι.

(3) κἂν ψωµίσω

πάντα τὰ ὑπάρχοντά µου

καὶ ἐὰν παραδῶ τὸ σῶµά µου

ἵνα καυχήσωµαι,

ἀγάπην δὲ µὴ ἔχω,

οὐδὲν ὠφελοῦµαι.

(4) Ἡ ἀγάπη µακροθυµεῖ,

χρηστεύεται ἡ ἀγάπη

οὐ ζηλοῖ ἡ ἀγάπη

οὐ περπερεύεται,

οὐ φυσιοῦται,

(5) οὐκ ἀσχηµονεῖ,

οὐ ζητεῖ τὰ ἑαυτῆς,

οὐ παροξύνεται,

οὐ λογίζεται τὸ κακόν,

(6) οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,

συγχαίρει δὲ τῇ ἀληθείᾳ·

(7) πάντα στέγει,

πάντα πιστεύει,

πάντα ἐλπίζει,

πάντα ὑποµένει.

(8) Ἡ ἀγάπη οὐδέποτε πίπτει·

εἴτε↓

δὲ↓

↑ προφητεῖαι,

↑ καταργηθήσονται·

εἴτε γλῶσσαι,

παύσονται·

εἴτε γνῶσις,

καταργηθήσεται.

(9) ἐκ µέρους γὰρ γινώσκοµεν

καὶ ἐκ µέρους προφητεύοµεν·

(10) ὅταν↓

δὲ↓

↑ ἔλθῃ τὸ τέλειον,

↑ τὸ ἐκ µέρους καταργηθήσεται.

(11) ὅτε ἤµην νήπιος,

ἐλάλουν ὡς νήπιος,

ἐφρόνουν ὡς νήπιος,

ἐλογιζόµην ὡς νήπιος·

ὅτε γέγονα ἀνήρ,

κατήργηκα τὰ τοῦ νηπίου.

(12) βλέποµεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγµατι,

τότε δὲ πρόσωπον πρὸς πρόσωπον·

ἄρτι γινώσκω ἐκ µέρους,

τότε δὲ ἐπιγνώσοµαι

καθὼς καὶ ἐπεγνώσθην.

(13) Νυνὶ δὲ µένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα·

µείζων δὲ τούτων ἡ ἀγάπη {ἐστιν}.

(14:1) Διώκετε τὴν ἀγάπην,

ζηλοῦτε δὲ τὰ πνευµατικά,

µᾶλλον δὲ {ζηλοῦτε}

ἵνα προφητεύητε.

(2) ὁ↓

γὰρ↓

↑ λαλῶν γλώσσῃ

↑ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ·

οὐδεὶς γὰρ ἀκούει,

πνεύµατι δὲ λαλεῖ µυστήρια·

(3) ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδοµὴν καὶ παράκλησιν καὶ παραµυθίαν.

(4) ὁ λαλῶν γλώσσῃ

ἑαυτὸν οἰκοδοµεῖ·

ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδοµεῖ.

(5) θέλω δὲ

πάντας ὑµᾶς λαλεῖν γλώσσαις,

µᾶλλον δὲ {θέλω}

ἵνα προφητεύητε·

µείζων δὲ {ἐστιν} ὁ προφητεύων ἢ

ὁ λαλῶν γλώσσαις

ἐκτὸς εἰ µὴ διερµηνεύῃ,

ἵνα ἡ ἐκκλησία οἰκοδοµὴν λάβῃ.

(6) Νῦν δέ, ἀδελφοί,↓

ἐὰν ἔλθω πρὸς ὑµᾶς

γλώσσαις λαλῶν,

↑ τί ὑµᾶς ὠφελήσω

ἐὰν µὴ ὑµῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;

(7) ὅµως τὰ ἄψυχα↓

φωνὴν διδόντα,

↑ εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις µὴ δῷ,

πῶς γνωσθήσεται τὸ αὐλούµενον ἢ τὸ κιθαριζόµενον;

(8) καὶ γὰρ↓

ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ,

↑ τίς παρασκευάσεται εἰς πόλεµον;

(9) οὕτως καὶ ὑµεῖς διὰ τῆς γλώσσης ἐὰν µὴ εὔσηµον λόγον δῶτε,

πῶς γνωσθήσεται τὸ λαλούµενον;

ἔσεσθε γὰρ

εἰς ἀέρα λαλοῦντες.

(10) τοσαῦτα↓

—εἰ τύχοι—

↑ γένη φωνῶν εἰσιν ἐν κόσµῳ

καὶ οὐδὲν ἄφωνον {ἐστιν}·

(11) ἐὰν↓

οὖν↓

↑ µὴ εἰδῶ τὴν δύναµιν τῆς φωνῆς,

↑ ἔσοµαι τῷ λαλοῦντι βάρβαρος

καὶ ὁ λαλῶν ἐν ἐµοὶ βάρβαρος {ἔσται}.

(12) οὕτως καὶ ὑµεῖς,↓

ἐπεὶ ζηλωταί ἐστε πνευµάτων,

↑ πρὸς τὴν οἰκοδοµὴν τῆς ἐκκλησίας ζητεῖτε

ἵνα περισσεύητε.

(13) Διὸ↓

ὁ λαλῶν γλώσσῃ

↑ προσευχέσθω

ἵνα διερµηνεύῃ.

(14) ἐὰν↓

γὰρ↓

↑ προσεύχωµαι γλώσσῃ,

↑ τὸ πνεῦµά µου προσεύχεται,

ὁ δὲ νοῦς µου ἄκαρπός ἐστιν.

(15) τί οὖν ἐστιν;

προσεύξοµαι τῷ πνεύµατι,

προσεύξοµαι δὲ καὶ τῷ νοΐ·

ψαλῶ τῷ πνεύµατι,

ψαλῶ δὲ καὶ τῷ νοΐ.

(16) ἐπεὶ↓

ἐὰν εὐλογῇς ἐν πνεύµατι,

ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου

↑ πῶς ἐρεῖ τὸ ἀµὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ;

ἐπειδὴ↓

τί λέγεις

↑ οὐκ οἶδεν·

(17) σὺ µὲν γὰρ καλῶς εὐχαριστεῖς

ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδοµεῖται.

(18) Εὐχαριστῶ τῷ θεῷ,

πάντων ὑµῶν µᾶλλον γλώσσαις λαλῶ·

(19) ἀλλ’↓

ἐν ἐκκλησίᾳ↓

↑ θέλω {µᾶλλον}

↑ πέντε λόγους τῷ νοΐ µου λαλῆσαι,↓

ἵνα καὶ ἄλλους κατηχήσω,

↑ ἢ µυρίους λόγους ἐν γλώσσῃ.

(20) Ἀδελφοί, µὴ παιδία γίνεσθε ταῖς φρεσὶν

ἀλλὰ τῇ κακίᾳ νηπιάζετε,

ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.

(21) ἐν τῷ νόµῳ γέγραπται

ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ

καὶ οὐδ’ οὕτως εἰσακούσονταί µου,

λέγει κύριος.

(22) ὥστε αἱ γλῶσσαι εἰς σηµεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις,

ἡ δὲ προφητεία {ἐστιν} οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.

(23) Ἐὰν↓

οὖν↓

↑ συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ

καὶ πάντες λαλῶσιν γλώσσαις,

εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι,

↑ οὐκ ἐροῦσιν

ὅτι µαίνεσθε;

(24) ἐὰν↓

δὲ↓

↑ πάντες προφητεύωσιν,

εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης,

↑ ἐλέγχεται ὑπὸ πάντων,

ἀνακρίνεται ὑπὸ πάντων,

(25) τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται,

καὶ οὕτως↓

πεσὼν ἐπὶ πρόσωπον

↑ προσκυνήσει τῷ θεῷ

ἀπαγγέλλων

ὅτι ὄντως ὁ θεὸς ἐν ὑµῖν ἐστιν.

(26) Τί οὖν ἐστιν, ἀδελφοί;

ὅταν συνέρχησθε,

ἕκαστος ψαλµὸν ἔχει,

διδαχὴν ἔχει,

ἀποκάλυψιν ἔχει,

γλῶσσαν ἔχει,

ἑρµηνείαν ἔχει·

πάντα πρὸς οἰκοδοµὴν γινέσθω.

(27) εἴτε γλώσσῃ τις λαλεῖ,

κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς {ἔστω} καὶ ἀνὰ µέρος,

καὶ εἷς διερµηνευέτω·

(28) ἐὰν↓

δὲ↓

↑ µὴ ᾖ διερµηνευτής,

↑ σιγάτω ἐν ἐκκλησίᾳ,

ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.

(29) προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν

καὶ οἱ ἄλλοι διακρινέτωσαν·

(30) ἐὰν↓

δὲ↓

↑ ἄλλῳ ἀποκαλυφθῇ

καθηµένῳ,

↑ ὁ πρῶτος σιγάτω.

(31) δύνασθε γὰρ↓

καθ’ ἕνα ↓

↑ πάντες

↑ προφητεύειν,

ἵνα πάντες µανθάνωσιν

καὶ πάντες παρακαλῶνται.

(32) καὶ πνεύµατα προφητῶν προφήταις ὑποτάσσεται,

(33) οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλ’ εἰρήνης.

Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων (34) αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν·

οὐ γὰρ ἐπιτρέπεται αὐταῖς

λαλεῖν,

ἀλλ’ ὑποτασσέσθωσαν,

καθὼς καὶ ὁ νόµος λέγει.

(35) εἰ↓

δέ↓

τι µαθεῖν

↑ θέλουσιν,

↑ ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν·

αἰσχρὸν γάρ ἐστιν γυναικὶ

λαλεῖν ἐν ἐκκλησίᾳ.

(36) ἢ ἀφ’ ὑµῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν,

ἢ εἰς ὑµᾶς µόνους κατήντησεν;

(37) Εἴ τις δοκεῖ

προφήτης εἶναι ἢ πνευµατικός,

ἐπιγινωσκέτω

ἃ γράφω ὑµῖν

ὅτι κυρίου ἐστὶν ἐντολή·

(38) εἰ↓

δέ↓

↑ τις ἀγνοεῖ,

↑ ἀγνοεῖται.

(39) Ὥστε, ἀδελφοί µου, ζηλοῦτε

τὸ προφητεύειν

καὶ↓

τὸ λαλεῖν↓

↑ µὴ κωλύετε

↑ γλώσσαις·

(40) πάντα δὲ εὐσχηµόνως καὶ κατὰ τάξιν γινέσθω.

(15:1) Γνωρίζω δὲ ὑµῖν, ἀδελφοί, τὸ εὐαγγέλιον

ὃ εὐηγγελισάµην ὑµῖν,

ὃ καὶ παρελάβετε,

ἐν ᾧ καὶ ἑστήκατε,

(2) δι’ οὗ καὶ σῴζεσθε,

—τίνι λόγῳ εὐηγγελισάµην ὑµῖν—

εἰ κατέχετε,

ἐκτὸς εἰ µὴ εἰκῇ ἐπιστεύσατε.

(3) παρέδωκα γὰρ ὑµῖν ἐν πρώτοις,

ὃ καὶ παρέλαβον,

ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν κατὰ τὰς γραφὰς

(4) καὶ ὅτι ἐτάφη

καὶ ὅτι ἐγήγερται τῇ ἡµέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφὰς

(5) καὶ ὅτι ὤφθη Κηφᾷ

εἶτα {ὤφθη} τοῖς δώδεκα·

(6) ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ,

ἐξ ὧν οἱ πλείονες µένουσιν ἕως ἄρτι,

τινὲς δὲ ἐκοιµήθησαν·

(7) ἔπειτα ὤφθη Ἰακώβῳ

εἶτα {ὤφθη} τοῖς ἀποστόλοις πᾶσιν·

(8) ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώµατι ὤφθη κἀµοί.

(9) Ἐγὼ γάρ εἰµι ὁ ἐλάχιστος τῶν ἀποστόλων

ὃς οὐκ εἰµὶ ἱκανὸς

καλεῖσθαι ἀπόστολος,

διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·

(10) χάριτι δὲ θεοῦ εἰµι

ὅ εἰµι,

καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐµὲ οὐ κενὴ ἐγενήθη,

ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα,

οὐκ ἐγὼ δὲ ἀλλ’ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐµοί {ἐστιν}.

(11) εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι,

οὕτως κηρύσσοµεν

καὶ οὕτως ἐπιστεύσατε.

(12) Εἰ↓

δὲ↓

↑ Χριστὸς κηρύσσεται

ὅτι ἐκ νεκρῶν ἐγήγερται,

↑ πῶς λέγουσιν ἐν ὑµῖν τινες

ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;

(13) εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν,

οὐδὲ Χριστὸς ἐγήγερται·

(14) εἰ↓

δὲ↓

↑ Χριστὸς οὐκ ἐγήγερται,

↑ κενὸν ἄρα καὶ τὸ κήρυγµα ἡµῶν {ἔστιν},

κενὴ καὶ ἡ πίστις ὑµῶν {ἔστιν}·

(15) εὑρισκόµεθα δὲ καὶ ψευδοµάρτυρες τοῦ θεοῦ,

ὅτι ἐµαρτυρήσαµεν κατὰ τοῦ θεοῦ

ὅτι ἤγειρεν τὸν Χριστόν,

ὃν οὐκ ἤγειρεν

εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.

(16) εἰ↓

γὰρ

↑ νεκροὶ οὐκ ἐγείρονται,

οὐδὲ Χριστὸς ἐγήγερται·

(17) εἰ↓

δὲ↓

↑ Χριστὸς οὐκ ἐγήγερται,

↑ µαταία ἡ πίστις ὑµῶν {ἔστιν},

ἔτι ἐστὲ ἐν ταῖς ἁµαρτίαις ὑµῶν,

(18) ἄρα καὶ↓

οἱ κοιµηθέντες ἐν Χριστῷ

↑ ἀπώλοντο.

(19) εἰ↓

ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες↓

↑ ἐσµὲν

↑ µόνον,

ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσµέν.

(20) Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιµηµένων.

(21) ἐπειδὴ↓

γὰρ↓

↑ δι’ ἀνθρώπου θάνατος {ἔσται},

↑ καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν {ἔσται}.

(22) ὥσπερ↓

γὰρ↓

↑ ἐν τῷ Ἀδὰµ πάντες ἀποθνῄσκουσιν,

↑ οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.

(23) Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγµατι {ζῳοποιήσει}· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, (24) εἶτα τὸ τέλος {ἔστιν},

ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί,

ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναµιν.

(25) δεῖ γὰρ

αὐτὸν βασιλεύειν

ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

(26) ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·

(27) πάντα

{γέγραπται} γὰρ·

{ὁ θεός} ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.

ὅταν↓

δὲ↓

↑ εἴπῃ

ὅτι πάντα ὑποτέτακται,

↑ δῆλον {ἔστιν}

ὅτι

ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.

(28) ὅταν↓

δὲ↓

↑ ὑποταγῇ αὐτῷ τὰ πάντα,

↑ τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται

τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα,

ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.

(29) Ἐπεὶ τί ποιήσουσιν

οἱ βαπτιζόµενοι ὑπὲρ τῶν νεκρῶν;

εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται,

τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;

(30) Τί καὶ ἡµεῖς κινδυνεύοµεν πᾶσαν ὥραν;

(31) καθ’ ἡµέραν ἀποθνῄσκω,

νὴ τὴν ὑµετέραν καύχησιν, ἀδελφοί,

ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν.

(32) εἰ κατὰ ἄνθρωπον ἐθηριοµάχησα ἐν Ἐφέσῳ,

τί µοι τὸ ὄφελος {ἔστιν};

εἰ νεκροὶ οὐκ ἐγείρονται,

φάγωµεν

καὶ πίωµεν,

αὔριον γὰρ ἀποθνῄσκοµεν.

(33) µὴ πλανᾶσθε·

φθείρουσιν ἤθη χρηστὰ ὁµιλίαι κακαί.

(34) ἐκνήψατε δικαίως

καὶ µὴ ἁµαρτάνετε,

ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν,

πρὸς ἐντροπὴν ὑµῖν λαλῶ.

(35) Ἀλλ’ ἐρεῖ τις·

πῶς ἐγείρονται οἱ νεκροί;

ποίῳ δὲ σώµατι ἔρχονται;

(36) ἄφρων,↓

σὺ ὃ σπείρεις,

↑ οὐ ζῳοποιεῖται

ἐὰν µὴ ἀποθάνῃ·

(37) καὶ↓

ὃ σπείρεις,

↑ οὐ τὸ σῶµα τὸ γενησόµενον σπείρεις ἀλλὰ γυµνὸν κόκκον↓

—εἰ τύχοι—

↑ σίτου ἤ τινος τῶν λοιπῶν·

(38) ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶµα

καθὼς ἠθέλησεν,

καὶ ἑκάστῳ τῶν σπερµάτων ἴδιον σῶµα {δίδωσιν}.

(39) Οὐ πᾶσα σὰρξ {ἔστιν} ἡ αὐτὴ σὰρξ

ἀλλ’ ἄλλη µὲν ἀνθρώπων {ἔστιν},

ἄλλη δὲ σὰρξ κτηνῶν {ἔστιν},

ἄλλη δὲ σὰρξ πτηνῶν {ἔστιν},

ἄλλη δὲ ἰχθύων {ἔστιν}.

(40) καὶ σώµατα ἐπουράνια καὶ σώµατα ἐπίγεια {εἰσίν}·

ἀλλ’ ἑτέρα µὲν ἡ τῶν ἐπουρανίων δόξα {ἔστιν},

ἑτέρα δὲ ἡ τῶν ἐπιγείων {ἔστιν}.

(41) ἄλλη δόξα ἡλίου {ἔστιν},

καὶ ἄλλη δόξα σελήνης {ἔστιν},

καὶ ἄλλη δόξα ἀστέρων {ἔστιν}·

ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.

(42) Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν {ἔστιν}.

{τὸ σῶµα} σπείρεται ἐν φθορᾷ,

{καὶ} ἐγείρεται ἐν ἀφθαρσίᾳ·

(43) {τὸ σῶµα} σπείρεται ἐν ἀτιµίᾳ,

{καὶ} ἐγείρεται ἐν δόξῃ·

{τὸ σῶµα} σπείρεται ἐν ἀσθενείᾳ,

{καὶ} ἐγείρεται ἐν δυνάµει·

(44) σπείρεται σῶµα ψυχικόν,

ἐγείρεται σῶµα πνευµατικόν.

Εἰ ἔστιν σῶµα ψυχικόν,

ἔστιν καὶ πνευµατικόν.

(45) οὕτως καὶ γέγραπται·

ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰµ εἰς ψυχὴν ζῶσαν,

ὁ ἔσχατος Ἀδὰµ εἰς πνεῦµα ζῳοποιοῦν.

(46) ἀλλ’ οὐ πρῶτον τὸ πνευµατικὸν {ἔστιν} ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευµατικόν.

(47) ὁ πρῶτος ἄνθρωπος {ἔστιν} ἐκ γῆς χοϊκός,

ὁ δεύτερος ἄνθρωπος {ἔστιν} ἐξ οὐρανοῦ.

(48) οἷος ὁ χοϊκός {ἔστιν},

τοιοῦτοι καὶ οἱ χοϊκοί {εἰσίν},

καὶ οἷος ὁ ἐπουράνιος {ἔστιν},

τοιοῦτοι καὶ οἱ ἐπουράνιοι {εἰσίν}·

(49) καὶ↓

καθὼς ἐφορέσαµεν τὴν εἰκόνα τοῦ χοϊκοῦ,

↑ φορέσοµεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

(50) Τοῦτο δέ φηµι, ἀδελφοί,

ὅτι σὰρξ καὶ αἷµα↓

βασιλείαν θεοῦ κληρονοµῆσαι

↑ οὐ δύναται

οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονοµεῖ.

(51) ἰδοὺ

µυστήριον ὑµῖν λέγω·

πάντες οὐ κοιµηθησόµεθα,

πάντες δὲ ἀλλαγησόµεθα, (52) ἐν ἀτόµῳ, ἐν ῥιπῇ ὀφθαλµοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι·

σαλπίσει γὰρ {ἡ σάλπιγξ}

καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι

καὶ ἡµεῖς ἀλλαγησόµεθα.

(53) Δεῖ γὰρ

τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν

καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

(54) ὅταν↓

δὲ↓

↑ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν

καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν,

↑ τότε γενήσεται ὁ λόγος ὁ γεγραµµένος·

κατεπόθη ὁ θάνατος εἰς νῖκος.

(55) ποῦ σου, θάνατε, τὸ νῖκος {ἔστιν};

ποῦ σου, θάνατε, τὸ κέντρον {ἔστιν};

(56) τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁµαρτία {ἔστιν},

ἡ δὲ δύναµις τῆς ἁµαρτίας ὁ νόµος {ἔστιν}·

(57) τῷ δὲ θεῷ χάρις {εἴη}

τῷ διδόντι ἡµῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ.

(58) Ὥστε, ἀδελφοί µου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀµετακίνητοι,

περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε,

εἰδότες

ὅτι ὁ κόπος ὑµῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

(16:1) Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους↓

ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας,

↑ οὕτως καὶ ὑµεῖς ποιήσατε.

(2) κατὰ µίαν {ἡµέραν} σαββάτου ἕκαστος ὑµῶν παρ’ ἑαυτῷ τιθέτω

θησαυρίζων

ὅ τι {ἔχει}

ἐὰν εὐοδῶται,

ἵνα µὴ↓

ὅταν ἔλθω

↑ τότε λογεῖαι γίνωνται.

(3) ὅταν↓

δὲ↓

↑ παραγένωµαι,

οὓς ἐὰν δοκιµάσητε,

↑ δι’ ἐπιστολῶν τούτους πέµψω

ἀπενεγκεῖν τὴν χάριν ὑµῶν εἰς Ἰερουσαλήµ·

(4) ἐὰν↓

δὲ↓

↑ ἄξιον ᾖ

τοῦ κἀµὲ πορεύεσθαι,

↑ σὺν ἐµοὶ πορεύσονται.

(5) Ἐλεύσοµαι δὲ πρὸς ὑµᾶς

ὅταν Μακεδονίαν διέλθω·

—Μακεδονίαν γὰρ διέρχοµαι,—

(6) πρὸς ὑµᾶς δὲ↓

τυχὸν

↑ παραµενῶ

ἢ καὶ παραχειµάσω,

ἵνα ὑµεῖς µε προπέµψητε

οὗ ἐὰν πορεύωµαι.

(7) οὐ θέλω γὰρ

ὑµᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν,

ἐλπίζω γὰρ

χρόνον τινὰ ἐπιµεῖναι πρὸς ὑµᾶς

ἐὰν ὁ κύριος ἐπιτρέψῃ.

(8) ἐπιµενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·

(9) θύρα γάρ µοι ἀνέῳγεν µεγάλη καὶ ἐνεργής,

καὶ ἀντικείµενοι πολλοί {εἰσίν}.

(10) Ἐὰν↓

δὲ↓

↑ ἔλθῃ Τιµόθεος,

↑ βλέπετε,

ἵνα ἀφόβως γένηται πρὸς ὑµᾶς·

τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·

(11) µή τις οὖν αὐτὸν ἐξουθενήσῃ.

προπέµψατε δὲ αὐτὸν ἐν εἰρήνῃ,

ἵνα ἔλθῃ πρός µε·

ἐκδέχοµαι γὰρ αὐτὸν µετὰ τῶν ἀδελφῶν.

(12) Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτόν,

ἵνα ἔλθῃ πρὸς ὑµᾶς µετὰ τῶν ἀδελφῶν·

καὶ πάντως οὐκ ἦν θέληµα

ἵνα νῦν ἔλθῃ·

ἐλεύσεται δὲ

ὅταν εὐκαιρήσῃ.

(13) Γρηγορεῖτε,

στήκετε ἐν τῇ πίστει,

ἀνδρίζεσθε,

κραταιοῦσθε.

(14) πάντα ὑµῶν ἐν ἀγάπῃ γινέσθω.

(15) Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοί·

—οἴδατε τὴν οἰκίαν Στεφανᾶ,

ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας

καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·—

(16) ἵνα καὶ ὑµεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ

τῷ συνεργοῦντι

καὶ κοπιῶντι.

(17) χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ,

ὅτι τὸ ὑµέτερον ὑστέρηµα οὗτοι ἀνεπλήρωσαν·

(18) ἀνέπαυσαν γὰρ τὸ ἐµὸν πνεῦµα καὶ τὸ ὑµῶν.

ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

(19) Ἀσπάζονται ὑµᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας.

ἀσπάζεται ὑµᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.

(20) ἀσπάζονται ὑµᾶς οἱ ἀδελφοὶ πάντες.

Ἀσπάσασθε ἀλλήλους ἐν φιλήµατι ἁγίῳ.

(21) Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου {ἐστιν}.

(22) εἴ τις οὐ φιλεῖ τὸν κύριον,

ἤτω ἀνάθεµα.

µαράνα θά.

(23) ἡ χάρις τοῦ κυρίου Ἰησοῦ {εἴη} µεθ’ ὑµῶν.

(24) ἡ ἀγάπη µου {εἴη} µετὰ πάντων ὑµῶν ἐν Χριστῷ Ἰησοῦ.

2 Corinthians

(1:1) Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος θεοῦ καὶ Τιµόθεος ὁ ἀδελφὸς {ἐπεστείλαµεν} τῇ ἐκκλησίᾳ τοῦ θεοῦ↓

τῇ οὔσῃ ἐν Κορίνθῳ

↑ σὺν τοῖς ἁγίοις

πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ,

(2) χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(3) Εὐλογητὸς {εἴη} ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρµῶν καὶ θεὸς πάσης παρακλήσεως,

(4) ὁ παρακαλῶν ἡµᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡµῶν

εἰς τὸ δύνασθαι

ἡµᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως

ἧς παρακαλούµεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ.

(5) ὅτι καθὼς περισσεύει τὰ παθήµατα τοῦ Χριστοῦ εἰς ἡµᾶς,

οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡµῶν.

(6) εἴτε↓

δὲ↓

↑ θλιβόµεθα,

↑ ὑπὲρ τῆς ὑµῶν παρακλήσεως καὶ σωτηρίας {ἐστιν}·

εἴτε παρακαλούµεθα,

ὑπὲρ τῆς ὑµῶν παρακλήσεως {ἐστιν}

τῆς ἐνεργουµένης ἐν ὑποµονῇ τῶν αὐτῶν παθηµάτων

ὧν καὶ ἡµεῖς πάσχοµεν.

(7) καὶ “ἡ ἐλπὶς ἡµῶν βεβαία {ἐστιν} ὑπὲρ ὑµῶν

εἰδότες

ὅτι ὡς κοινωνοί ἐστε τῶν παθηµάτων, οὕτως καὶ τῆς παρακλήσεως.”

(8) Οὐ γὰρ θέλοµεν

ὑµᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡµῶν

τῆς γενοµένης ἐν τῇ Ἀσίᾳ,

ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναµιν ἐβαρήθηµεν

ὥστε ἐξαπορηθῆναι ἡµᾶς

καὶ τοῦ ζῆν·

(9) ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριµα τοῦ θανάτου ἐσχήκαµεν,

ἵνα µὴ↓

πεποιθότες↓

↑ ὦµεν

↑ ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ

τῷ ἐγείροντι τοὺς νεκρούς·

(10) ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡµᾶς

καὶ ῥύσεται,

εἰς ὃν ἠλπίκαµεν

ὅτι καὶ ἔτι ῥύσεται,

(11) συνυπουργούντων καὶ ὑµῶν ὑπὲρ ἡµῶν τῇ δεήσει,

ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡµᾶς χάρισµα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡµῶν.

(12) Ἡ γὰρ καύχησις ἡµῶν αὕτη ἐστίν, τὸ µαρτύριον τῆς συνειδήσεως ἡµῶν,

ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ τοῦ θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφηµεν ἐν τῷ κόσµῳ,

περισσοτέρως δὲ πρὸς ὑµᾶς {ἀνεστράφηµεν}.

(13) οὐ γὰρ ἄλλα γράφοµεν ὑµῖν ἀλλ’ ἢ {ταῦτα}

ἃ ἀναγινώσκετε

ἢ καὶ ἐπιγινώσκετε·

ἐλπίζω δὲ

ὅτι ἕως τέλους ἐπιγνώσεσθε,

(14) καθὼς καὶ ἐπέγνωτε ἡµᾶς ἀπὸ µέρους,

ὅτι καύχηµα ὑµῶν ἐσµεν

καθάπερ καὶ ὑµεῖς {ἐστε} ἡµῶν ἐν τῇ ἡµέρᾳ τοῦ κυρίου ἡµῶν Ἰησοῦ.

(15) Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόµην πρότερον

πρὸς ὑµᾶς ἐλθεῖν,

ἵνα δευτέραν χάριν σχῆτε,

(16) καὶ δι’ ὑµῶν διελθεῖν εἰς Μακεδονίαν

καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑµᾶς

καὶ ὑφ’ ὑµῶν προπεµφθῆναι εἰς τὴν Ἰουδαίαν.

(17) τοῦτο↓

οὖν↓

↑ βουλόµενος

↑ µήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάµην;

ἢ↓

ἃ βουλεύοµαι

↑ κατὰ σάρκα βουλεύοµαι,

ἵνα ᾖ παρ’ ἐµοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ;

(18) πιστὸς δὲ ὁ θεὸς {ἐστιν}

ὅτι ὁ λόγος ἡµῶν ὁ πρὸς ὑµᾶς οὐκ ἔστιν ναὶ καὶ οὔ.

(19) ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς↓

ὁ ἐν ὑµῖν δι’ ἡµῶν κηρυχθείς, δι’ ἐµοῦ καὶ Σιλουανοῦ καὶ Τιµοθέου,

↑ οὐκ ἐγένετο ναὶ καὶ οὒ

ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.

(20) ὅσαι {εἰσίν}↓

γὰρ {εἰσίν}↓

↑ ἐπαγγελίαι θεοῦ,

↑ ἐν αὐτῷ τὸ ναί·

διὸ καὶ δι’ αὐτοῦ τὸ ἀµὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡµῶν.

(21) ὁ↓

δὲ↓

↑ βεβαιῶν ἡµᾶς σὺν ὑµῖν εἰς Χριστὸν καὶ χρίσας ἡµᾶς

↑ θεός {ἐστιν},

(22) ὁ καὶ σφραγισάµενος ἡµᾶς

καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύµατος ἐν ταῖς καρδίαις ἡµῶν.

(23) Ἐγὼ δὲ µάρτυρα τὸν θεὸν ἐπικαλοῦµαι ἐπὶ τὴν ἐµὴν ψυχήν,

ὅτι↓

φειδόµενος ὑµῶν

↑ οὐκέτι ἦλθον εἰς Κόρινθον.

(24) {ἐστιν} οὐχ

ὅτι κυριεύοµεν ὑµῶν τῆς πίστεως

ἀλλὰ συνεργοί ἐσµεν τῆς χαρᾶς ὑµῶν·

τῇ γὰρ πίστει ἑστήκατε.

(2:1) Ἔκρινα γὰρ ἐµαυτῷ τοῦτο

τὸ µὴ πάλιν ἐν λύπῃ πρὸς ὑµᾶς ἐλθεῖν.

(2) εἰ↓

γὰρ↓

↑ ἐγὼ λυπῶ ὑµᾶς,

↑ καὶ τίς {ἐστιν}

ὁ εὐφραίνων µε εἰ µὴ

ὁ λυπούµενος ἐξ ἐµοῦ;

(3) καὶ ἔγραψα τοῦτο αὐτό,

ἵνα µὴ↓

ἐλθὼν

↑ λύπην σχῶ

ἀφ’ ὧν ἔδει

µε χαίρειν,

πεποιθὼς ἐπὶ πάντας ὑµᾶς

ὅτι ἡ ἐµὴ χαρὰ πάντων ὑµῶν ἐστιν.

(4) ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν διὰ πολλῶν δακρύων,

οὐχ ἵνα λυπηθῆτε

ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε

ἣν ἔχω περισσοτέρως εἰς ὑµᾶς.

(5) Εἰ↓

δέ↓

↑ τις λελύπηκεν,

↑ οὐκ ἐµὲ λελύπηκεν,

ἀλλ’ ἀπὸ µέρους,↓

—ἵνα µὴ ἐπιβαρῶ,—

↑ πάντας ὑµᾶς {λελύπηκεν}.

(6) ἱκανὸν τῷ τοιούτῳ {ἐστιν} ἡ ἐπιτιµία αὕτη ἡ ὑπὸ τῶν πλειόνων,

(7) ὥστε τοὐναντίον µᾶλλον ὑµᾶς χαρίσασθαι

καὶ παρακαλέσαι,

{ἵνα} µή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.

(8) διὸ παρακαλῶ ὑµᾶς

κυρῶσαι εἰς αὐτὸν ἀγάπην·

(9) εἰς τοῦτο γὰρ καὶ ἔγραψα,

ἵνα γνῶ τὴν δοκιµὴν ὑµῶν,

εἰ εἰς πάντα ὑπήκοοί ἐστε.

(10) ᾧ↓

δέ↓

↑ τι χαρίζεσθε,

↑ κἀγώ {χαρίζοµαι}·

καὶ γὰρ ἐγὼ {κεχάρισµαι}↓

ὃ κεχάρισµαι,

εἴ τι κεχάρισµαι,

↑ δι’ ὑµᾶς ἐν προσώπῳ Χριστοῦ,

(11) ἵνα µὴ πλεονεκτηθῶµεν ὑπὸ τοῦ σατανᾶ·

οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν.

(12) Ἐλθὼν↓

δὲ↓

↑ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ

—καὶ θύρας µοι ἀνεῳγµένης ἐν κυρίῳ,—

↑ (13) οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύµατί µου

τῷ µὴ εὑρεῖν µε Τίτον τὸν ἀδελφόν µου,

ἀλλ’↓

ἀποταξάµενος αὐτοῖς

↑ ἐξῆλθον εἰς Μακεδονίαν.

(14) Τῷ δὲ θεῷ χάρις {εἴη}

τῷ πάντοτε θριαµβεύοντι ἡµᾶς ἐν τῷ Χριστῷ

καὶ τὴν ὀσµὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡµῶν ἐν παντὶ τόπῳ·

(15) ὅτι Χριστοῦ εὐωδία ἐσµὲν τῷ θεῷ

ἐν τοῖς σῳζοµένοις

καὶ ἐν τοῖς ἀπολλυµένοις,

(16) οἷς µὲν ὀσµὴ ἐκ θανάτου εἰς θάνατον,

οἷς δὲ ὀσµὴ ἐκ ζωῆς εἰς ζωήν.

καὶ πρὸς ταῦτα τίς ἱκανός {ἐστιν};

(17) οὐ γάρ ἐσµεν ὡς οἱ πολλοὶ

καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ,

ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦµεν.

(3:1) Ἀρχόµεθα

πάλιν ἑαυτοὺς συνιστάνειν;

ἢ µὴ χρῄζοµεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑµᾶς ἢ ἐξ ὑµῶν;

(2) ἡ ἐπιστολὴ ἡµῶν ὑµεῖς ἐστε,

ἐγγεγραµµένη ἐν ταῖς καρδίαις ἡµῶν,

γινωσκοµένη

καὶ ἀναγινωσκοµένη ὑπὸ πάντων ἀνθρώπων,

(3) φανερούµενοι

ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ

διακονηθεῖσα ὑφ’ ἡµῶν,

ἐγγεγραµµένη οὐ µέλανι ἀλλὰ πνεύµατι θεοῦ ζῶντος οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.

(4) Πεποίθησιν δὲ τοιαύτην ἔχοµεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.

(5) οὐχ {ἐστιν}

ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσµεν

λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν,

ἀλλ’ ἡ ἱκανότης ἡµῶν ἐκ τοῦ θεοῦ {ἐστιν},

(6) ὃς καὶ ἱκάνωσεν ἡµᾶς διακόνους καινῆς διαθήκης, οὐ γράµµατος ἀλλὰ πνεύµατος·

τὸ γὰρ γράµµα ἀποκτέννει,

τὸ δὲ πνεῦµα ζῳοποιεῖ.

(7) Εἰ↓

δὲ

↑ ἡ διακονία τοῦ θανάτου↓

ἐν γράµµασιν ἐντετυπωµένη λίθοις

↑ ἐγενήθη ἐν δόξῃ,

ὥστε µὴ δύνασθαι

ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ

τὴν καταργουµένην,

(8) πῶς οὐχὶ µᾶλλον ἡ διακονία τοῦ πνεύµατος ἔσται ἐν δόξῃ;

(9) εἰ↓

γὰρ↓

↑ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα {ἐστιν},

↑ πολλῷ µᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.

(10) καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασµένον ἐν τούτῳ τῷ µέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.

(11) εἰ↓

γὰρ↓

↑ τὸ καταργούµενον διὰ δόξης,

↑ πολλῷ µᾶλλον {ἔσται}

τὸ µένον ἐν δόξῃ.

(12) Ἔχοντες↓

οὖν↓

↑ τοιαύτην ἐλπίδα

↑ πολλῇ παρρησίᾳ χρώµεθα

(13) καὶ οὐ {ποιοῦµεν}

καθάπερ Μωϋσῆς ἐτίθει κάλυµµα ἐπὶ τὸ πρόσωπον αὐτοῦ

πρὸς τὸ µὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουµένου.

(14) ἀλλ’ ἐπωρώθη τὰ νοήµατα αὐτῶν.

ἄχρι γὰρ τῆς σήµερον ἡµέρας τὸ αὐτὸ κάλυµµα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης µένει,

µὴ ἀνακαλυπτόµενον

ὅτι ἐν Χριστῷ καταργεῖται·

(15) ἀλλ’ ἕως σήµερον {ἡµέρας} ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς,

κάλυµµα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·

(16) ἡνίκα↓

δὲ↓

↑ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον,

↑ περιαιρεῖται τὸ κάλυµµα.

(17) ὁ δὲ κύριος τὸ πνεῦµά ἐστιν·

οὗ↓

δὲ↓

↑ τὸ πνεῦµα κυρίου {ἐστιν},

↑ ἐλευθερία {ἐστιν}.

(18) ἡµεῖς δὲ πάντες↓

ἀνακεκαλυµµένῳ προσώπῳ

τὴν δόξαν κυρίου κατοπτριζόµενοι

↑ τὴν αὐτὴν εἰκόνα µεταµορφούµεθα ἀπὸ δόξης εἰς δόξαν

καθάπερ ἀπὸ κυρίου πνεύµατος {κατεργάζεται}.

(4:1) Διὰ τοῦτο,↓

ἔχοντες τὴν διακονίαν ταύτην

καθὼς ἠλεήθηµεν,

↑ οὐκ ἐγκακοῦµεν

(2) ἀλλ’ ἀπειπάµεθα τὰ κρυπτὰ τῆς αἰσχύνης,

µὴ περιπατοῦντες ἐν πανουργίᾳ

µηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ

ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.

(3) εἰ↓

δὲ↓

↑ καὶ ἔστιν κεκαλυµµένον τὸ εὐαγγέλιον ἡµῶν,

ἐν τοῖς ἀπολλυµένοις

↑ ἐστὶν κεκαλυµµένον,

(4) ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήµατα τῶν ἀπίστων

εἰς τὸ µὴ αὐγάσαι τὸν φωτισµὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ,

ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.

(5) Οὐ γὰρ ἑαυτοὺς κηρύσσοµεν ἀλλ’ Ἰησοῦν Χριστὸν κύριον,

ἑαυτοὺς δὲ δούλους ὑµῶν {κηρύσσοµεν} διὰ Ἰησοῦν.

(6) ὅτι ὁ θεὸς↓

ὁ εἰπών

↑ {ἐστιν}·

ἐκ σκότους φῶς λάµψει,

ὃς ἔλαµψεν ἐν ταῖς καρδίαις ἡµῶν πρὸς φωτισµὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν

προσώπῳ Ἰησοῦ Χριστοῦ.

(7) Ἔχοµεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν,

ἵνα ἡ ὑπερβολὴ τῆς δυνάµεως ᾖ τοῦ θεοῦ καὶ µὴ ἐξ ἡµῶν·

(8) ἐν παντὶ θλιβόµενοι {ἐσµεν}

ἀλλ’ οὐ στενοχωρούµενοι,

ἀπορούµενοι {ἐσµεν}

ἀλλ’ οὐκ ἐξαπορούµενοι,

(9) διωκόµενοι {ἐσµεν}

ἀλλ’ οὐκ ἐγκαταλειπόµενοι,

καταβαλλόµενοι {ἐσµεν}

ἀλλ’ οὐκ ἀπολλύµενοι,

(10) πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώµατι περιφέροντες,

ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώµατι ἡµῶν φανερωθῇ.

(11) ἀεὶ γὰρ ἡµεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόµεθα διὰ Ἰησοῦν,

ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡµῶν.

(12) ὥστε ὁ θάνατος ἐν ἡµῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑµῖν.

(13) Ἔχοντες↓

δὲ↓

↑ τὸ αὐτὸ πνεῦµα τῆς πίστεως

κατὰ τὸ γεγραµµένον·

ἐπίστευσα,

διὸ ἐλάλησα,

↑ καὶ ἡµεῖς πιστεύοµεν,

διὸ καὶ λαλοῦµεν,

(14) εἰδότες

ὅτι↓

ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν

↑ καὶ ἡµᾶς σὺν Ἰησοῦ ἐγερεῖ

καὶ παραστήσει σὺν ὑµῖν.

(15) τὰ γὰρ πάντα δι’ ὑµᾶς {ἐστιν},

ἵνα ἡ χάρις↓

πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν

↑ περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.

(16) Διὸ οὐκ ἐγκακοῦµεν,

ἀλλ’

εἰ καὶ ὁ ἔξω ἡµῶν ἄνθρωπος διαφθείρεται,

ἀλλ’ ὁ ἔσω ἡµῶν ἀνακαινοῦται ἡµέρᾳ καὶ ἡµέρᾳ.

(17) τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡµῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡµῖν,

(18) µὴ σκοπούντων ἡµῶν τὰ βλεπόµενα ἀλλὰ τὰ µὴ βλεπόµενα·

τὰ γὰρ βλεπόµενα πρόσκαιρα {ἐστιν},

τὰ δὲ µὴ βλεπόµενα αἰώνια {ἐστιν}.

(5:1) Οἴδαµεν γὰρ

ὅτι↓

ἐὰν ἡ ἐπίγειος ἡµῶν οἰκία τοῦ σκήνους καταλυθῇ,

↑ οἰκοδοµὴν ἐκ θεοῦ ἔχοµεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.

(2) καὶ γὰρ ἐν τούτῳ στενάζοµεν

τὸ οἰκητήριον ἡµῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι

ἐπιποθοῦντες,

(3) εἴ γε καὶ ↓

ἐκδυσάµενοι

↑ οὐ γυµνοὶ εὑρεθησόµεθα.

(4) καὶ γὰρ↓

οἱ ὄντες ἐν τῷ σκήνει

↑ στενάζοµεν

βαρούµενοι,

ἐφ’ ᾧ οὐ θέλοµεν

ἐκδύσασθαι

ἀλλ’ ἐπενδύσασθαι,

ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

(5) ὁ↓

δὲ↓

↑ κατεργασάµενος ἡµᾶς εἰς αὐτὸ τοῦτο

↑ θεός {ἐστιν},

ὁ δοὺς ἡµῖν τὸν ἀρραβῶνα τοῦ πνεύµατος.

(6) “Θαρροῦντες οὖν πάντοτε

καὶ εἰδότες

ὅτι↓

ἐνδηµοῦντες ἐν τῷ σώµατι

↑ ἐκδηµοῦµεν ἀπὸ τοῦ κυρίου·

(7)—διὰ πίστεως γὰρ περιπατοῦµεν, οὐ διὰ εἴδους·—

(8) θαρροῦµεν” δὲ

καὶ εὐδοκοῦµεν µᾶλλον

ἐκδηµῆσαι ἐκ τοῦ σώµατος

καὶ ἐνδηµῆσαι πρὸς τὸν κύριον.

(9) διὸ καὶ φιλοτιµούµεθα,

εἴτε ἐνδηµοῦντες

εἴτε ἐκδηµοῦντες,

εὐάρεστοι αὐτῷ εἶναι.

(10) τοὺς γὰρ πάντας ἡµᾶς↓

φανερωθῆναι↓

↑ δεῖ

↑ ἔµπροσθεν τοῦ βήµατος τοῦ Χριστοῦ,

ἵνα κοµίσηται ἕκαστος τὰ διὰ τοῦ σώµατος

πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.

(11) Εἰδότες↓

οὖν↓

↑ τὸν φόβον τοῦ κυρίου

↑ ἀνθρώπους πείθοµεν,

θεῷ δὲ πεφανερώµεθα·

ἐλπίζω δὲ καὶ

ἐν ταῖς συνειδήσεσιν ὑµῶν πεφανερῶσθαι.

(12) οὐ πάλιν ἑαυτοὺς “συνιστάνοµεν ὑµῖν

ἀλλ’ ἀφορµὴν διδόντες” ὑµῖν καυχήµατος ὑπὲρ ἡµῶν,

ἵνα ἔχητε

πρὸς τοὺς ἐν προσώπῳ καυχωµένους καὶ µὴ ἐν καρδίᾳ.

(13) εἴτε↓

γὰρ↓

↑ ἐξέστηµεν,

↑ θεῷ {ἦν}·

εἴτε σωφρονοῦµεν,

{ἐστιν} ὑµῖν.

(14) ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡµᾶς,

κρίναντας τοῦτο,

ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν,

ἄρα οἱ πάντες ἀπέθανον·

(15) καὶ ὑπὲρ πάντων ἀπέθανεν,

ἵνα οἱ ζῶντες µηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ

τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι

καὶ ἐγερθέντι.

(16) Ὥστε ἡµεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαµεν κατὰ σάρκα·

εἰ καὶ ἐγνώκαµεν κατὰ σάρκα Χριστόν,

ἀλλὰ νῦν οὐκέτι γινώσκοµεν.

(17) ὥστε ↓

εἴ τις ἐν Χριστῷ {ἐστιν},

↑ καινὴ κτίσις {ἐστιν}·

τὰ ἀρχαῖα παρῆλθεν,

ἰδοὺ

γέγονεν καινά.

(18) τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ {ἐστιν}

τοῦ καταλλάξαντος ἡµᾶς ἑαυτῷ διὰ Χριστοῦ

καὶ δόντος ἡµῖν τὴν διακονίαν τῆς καταλλαγῆς,

(19) ὡς ὅτι θεὸς ἦν

ἐν Χριστῷ κόσµον καταλλάσσων ἑαυτῷ,

µὴ λογιζόµενος αὐτοῖς τὰ παραπτώµατα αὐτῶν

καὶ θέµενος ἐν ἡµῖν τὸν λόγον τῆς καταλλαγῆς.

(20) Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύοµεν

ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡµῶν·

δεόµεθα ὑπὲρ Χριστοῦ,

καταλλάγητε τῷ θεῷ.

(21) τὸν µὴ γνόντα ἁµαρτίαν

ὑπὲρ ἡµῶν ἁµαρτίαν ἐποίησεν,

ἵνα ἡµεῖς γενώµεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

(6:1) Συνεργοῦντες

δὲ καὶ παρακαλοῦµεν↓

µὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι

↑ ὑµᾶς·

(2) λέγει γάρ {ἡ γραφὴ}·

καιρῷ δεκτῷ ἐπήκουσά σου

καὶ ἐν ἡµέρᾳ σωτηρίας ἐβοήθησά σοι.

—ἰδοὺ

νῦν καιρὸς εὐπρόσδεκτος {ἐστιν},

ἰδοὺ

νῦν ἡµέρα σωτηρίας {ἐστιν}.—

(3) Μηδεµίαν ἐν µηδενὶ “διδόντες προσκοπήν,

ἵνα µὴ µωµηθῇ” ἡ διακονία,

(4) ἀλλ’ ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑποµονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,

(5) ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, (6) ἐν ἁγνότητι, ἐν γνώσει, ἐν µακροθυµίᾳ, ἐν χρηστότητι, ἐν πνεύµατι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, (7) ἐν λόγῳ ἀληθείας, ἐν δυνάµει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, (8) διὰ δόξης καὶ ἀτιµίας, διὰ δυσφηµίας καὶ εὐφηµίας· ὡς πλάνοι καὶ ἀληθεῖς, (9) ὡς ἀγνοούµενοι καὶ ἐπιγινωσκόµενοι, ὡς ἀποθνῄσκοντες↓

“καὶ ἰδοὺ

ζῶµεν,”

↑ ὡς παιδευόµενοι καὶ µὴ θανατούµενοι, (10) ὡς λυπούµενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς µηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

(11) Τὸ στόµα ἡµῶν ἀνέῳγεν πρὸς ὑµᾶς, Κορίνθιοι,

ἡ καρδία ἡµῶν πεπλάτυνται·

(12) οὐ στενοχωρεῖσθε ἐν ἡµῖν,

στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑµῶν·

(13) τὴν δὲ αὐτὴν ἀντιµισθίαν,

—ὡς τέκνοις λέγω,—

πλατύνθητε καὶ ὑµεῖς.

(14) Μὴ γίνεσθε

ἑτεροζυγοῦντες ἀπίστοις·

τίς γὰρ µετοχὴ δικαιοσύνῃ καὶ ἀνοµίᾳ {ἐστιν},

ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος {ἐστιν};

(15) τίς δὲ συµφώνησις Χριστοῦ πρὸς Βελιάρ {ἐστιν},

ἢ τίς µερὶς πιστῷ µετὰ ἀπίστου {ἐστιν};

(16) τίς δὲ συγκατάθεσις ναῷ θεοῦ µετὰ εἰδώλων {ἐστιν};

ἡµεῖς γὰρ ναὸς θεοῦ ἐσµεν

ζῶντος,

καθὼς εἶπεν ὁ θεὸς

ὅτι ἐνοικήσω ἐν αὐτοῖς

καὶ ἐµπεριπατήσω

καὶ ἔσοµαι αὐτῶν θεὸς

καὶ αὐτοὶ ἔσονταί µου λαός.

(17) διὸ ἐξέλθατε ἐκ µέσου αὐτῶν

καὶ ἀφορίσθητε,

λέγει κύριος,

καὶ ἀκαθάρτου µὴ ἅπτεσθε·

κἀγὼ εἰσδέξοµαι ὑµᾶς

(18) καὶ ἔσοµαι ὑµῖν εἰς πατέρα

καὶ ὑµεῖς ἔσεσθέ µοι εἰς υἱοὺς καὶ θυγατέρας,

λέγει κύριος παντοκράτωρ.

(7:1) Ταύτας↓

οὖν↓

↑ ἔχοντες τὰς ἐπαγγελίας,

↑ ἀγαπητοί, καθαρίσωµεν ἑαυτοὺς ἀπὸ παντὸς µολυσµοῦ σαρκὸς καὶ πνεύµατος,

ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.

(2) Χωρήσατε ἡµᾶς·

οὐδένα ἠδικήσαµεν,

οὐδένα ἐφθείραµεν,

οὐδένα ἐπλεονεκτήσαµεν.

(3) πρὸς κατάκρισιν οὐ λέγω·

προείρηκα γὰρ

ὅτι ἐν ταῖς καρδίαις ἡµῶν ἐστε

εἰς τὸ συναποθανεῖν

καὶ συζῆν.

(4) πολλή µοι παρρησία πρὸς ὑµᾶς {ἔχω},

πολλή µοι καύχησις ὑπὲρ ὑµῶν {ἔχω}·

πεπλήρωµαι τῇ παρακλήσει,

ὑπερπερισσεύοµαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡµῶν.

(5) “Καὶ↓

γὰρ↓

↑ ἐλθόντων ἡµῶν εἰς Μακεδονίαν

↑ οὐδεµίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡµῶν

ἀλλ’ ἐν παντὶ θλιβόµενοι {ἐσµεν}·”

ἔξωθεν µάχαι {ἦσαν},

ἔσωθεν φόβοι {ἦσαν}.

(6) ἀλλ’↓

ὁ παρακαλῶν τοὺς ταπεινοὺς

↑ παρεκάλεσεν ἡµᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου,

(7) οὐ µόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ {ἐστιν}

ἀλλὰ καὶ ἐν τῇ παρακλήσει {ἐστιν}

ᾗ παρεκλήθη ἐφ’ ὑµῖν,

ἀναγγέλλων ἡµῖν τὴν ὑµῶν ἐπιπόθησιν, τὸν ὑµῶν ὀδυρµόν, τὸν ὑµῶν ζῆλον ὑπὲρ ἐµοῦ

ὥστε µε µᾶλλον χαρῆναι.

(8) Ὅτι↓

εἰ καὶ ἐλύπησα ὑµᾶς ἐν τῇ ἐπιστολῇ,

↑ οὐ µεταµέλοµαι·

εἰ καὶ µετεµελόµην,

βλέπω γὰρ

ὅτι ἡ ἐπιστολὴ ἐκείνη↓

—εἰ καὶ πρὸς ὥραν—

↑ ἐλύπησεν ὑµᾶς,

(9) νῦν χαίρω,

οὐχ ὅτι ἐλυπήθητε

ἀλλ’ ὅτι ἐλυπήθητε εἰς µετάνοιαν·

ἐλυπήθητε γὰρ κατὰ θεόν,

ἵνα ἐν µηδενὶ ζηµιωθῆτε ἐξ ἡµῶν.

(10) ἡ γὰρ κατὰ θεὸν λύπη µετάνοιαν εἰς σωτηρίαν ἀµεταµέλητον ἐργάζεται·

ἡ δὲ τοῦ κόσµου λύπη θάνατον κατεργάζεται.

(11) ἰδοὺ γὰρ αὐτὸ τοῦτο

τὸ κατὰ θεὸν λυπηθῆναι

πόσην κατειργάσατο ὑµῖν σπουδήν, ἀλλ’ ἀπολογίαν, ἀλλ’ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλ’ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ’ ἐκδίκησιν.

ἐν παντὶ συνεστήσατε

ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγµατι.

(12) ἄρα εἰ καὶ ἔγραψα ὑµῖν {χαλεπόν τι},

οὐχ {ἦν}

ἕνεκεν τοῦ ἀδικήσαντος

οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος

ἀλλ’ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑµῶν τὴν ὑπὲρ ἡµῶν πρὸς ὑµᾶς ἐνώπιον τοῦ θεοῦ.

(13) διὰ τοῦτο παρακεκλήµεθα.

Ἐπὶ δὲ τῇ παρακλήσει ἡµῶν περισσοτέρως µᾶλλον ἐχάρηµεν ἐπὶ τῇ χαρᾷ Τίτου,

ὅτι ἀναπέπαυται τὸ πνεῦµα αὐτοῦ ἀπὸ πάντων ὑµῶν·

(14) ὅτι↓

εἴ τι αὐτῷ ὑπὲρ ὑµῶν κεκαύχηµαι,

↑ οὐ κατῃσχύνθην,

ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαµεν ὑµῖν,

οὕτως καὶ ἡ καύχησις ἡµῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.

(15) καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑµᾶς ἐστιν

ἀναµιµνῃσκοµένου τὴν πάντων ὑµῶν ὑπακοήν,

ὡς µετὰ φόβου καὶ τρόµου ἐδέξασθε αὐτόν.

(16) χαίρω

ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑµῖν.

(8:1) Γνωρίζοµεν δὲ ὑµῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ

τὴν δεδοµένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,

(2) ὅτι ἐν πολλῇ δοκιµῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν·

(3) ὅτι κατὰ δύναµιν,↓

—µαρτυρῶ,—

↑ καὶ παρὰ δύναµιν {ἔδωκαν}, αὐθαίρετοι (4) µετὰ πολλῆς παρακλήσεως

δεόµενοι ἡµῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους,

(5) καὶ οὐ καθὼς ἠλπίσαµεν

ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡµῖν διὰ θελήµατος θεοῦ

(6) εἰς τὸ παρακαλέσαι ἡµᾶς Τίτον,

ἵνα καθὼς προενήρξατο

οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑµᾶς καὶ τὴν χάριν ταύτην.

(7) Ἀλλ’↓

ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡµῶν ἐν ὑµῖν ἀγάπῃ,

↑ ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.

(8) Οὐ κατ’ ἐπιταγὴν λέγω

ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑµετέρας ἀγάπης γνήσιον δοκιµάζων·

(9) γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ,

ὅτι δι’ ὑµᾶς ἐπτώχευσεν

πλούσιος ὤν,

ἵνα ὑµεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.

(10) καὶ γνώµην ἐν τούτῳ δίδωµι·

τοῦτο γὰρ ὑµῖν συµφέρει,

οἵτινες οὐ µόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·

(11) νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε,

ὅπως↓

καθάπερ {ἦν} ἡ προθυµία

τοῦ θέλειν,

↑ οὕτως καὶ {ᾖ} τὸ ἐπιτελέσαι

ἐκ τοῦ ἔχειν.

(12) εἰ↓

γὰρ↓

↑ ἡ προθυµία πρόκειται,

καθὸ ἐὰν ἔχῃ

↑ εὐπρόσδεκτος {ἐστιν},

οὐ καθὸ οὐκ ἔχει.

(13) οὐ γὰρ{δεῖ}

οὕτως εἶναί

ἵνα {γένηται} ἄλλοις ἄνεσις

{καὶ γένηται} ὑµῖν θλῖψις,

ἀλλ’ ἐξ ἰσότητος (14) ἐν τῷ νῦν καιρῷ τὸ ὑµῶν περίσσευµα {γίνεται} εἰς τὸ ἐκείνων ὑστέρηµα,

ἵνα καὶ τὸ ἐκείνων περίσσευµα γένηται εἰς τὸ ὑµῶν ὑστέρηµα,

ὅπως γένηται ἰσότης,

(15) καθὼς γέγραπται·

ὁ τὸ πολὺ {ἔχων} οὐκ ἐπλεόνασεν,

καὶ ὁ τὸ ὀλίγον {ἔχων} οὐκ ἠλαττόνησεν.

(16) Χάρις δὲ {ἔστω} τῷ θεῷ

τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑµῶν ἐν τῇ καρδίᾳ Τίτου,

(17) ὅτι τὴν µὲν παράκλησιν ἐδέξατο,

σπουδαιότερος↓

δὲ↓

↑ ὑπάρχων

↑ αὐθαίρετος ἐξῆλθεν πρὸς ὑµᾶς.

(18) συνεπέµψαµεν δὲ µετ’ αὐτοῦ τὸν ἀδελφὸν

οὗ ὁ ἔπαινος {ἐστιν} ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν,

(19) οὐ µόνον δέ {ἐστιν τοῦτο},

ἀλλὰ καὶ “χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδηµος ἡµῶν σὺν τῇ χάριτι ταύτῃ

τῇ διακονουµένῃ ὑφ’ ἡµῶν πρὸς τὴν αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυµίαν ἡµῶν,

(20) στελλόµενοι” τοῦτο,

µή τις ἡµᾶς µωµήσηται ἐν τῇ ἁδρότητι ταύτῃ

τῇ διακονουµένῃ ὑφ’ ἡµῶν·

(21) προνοοῦµεν γὰρ καλὰ οὐ µόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.

(22) συνεπέµψαµεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡµῶν

ὃν ἐδοκιµάσαµεν ἐν πολλοῖς πολλάκις

σπουδαῖον ὄντα,

νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑµᾶς.

(23) εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐµὸς καὶ εἰς ὑµᾶς συνεργός {ἐστιν}·

εἴτε ἀδελφοὶ ἡµῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ {εἰσίν}.

(24) “τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑµῶν καὶ ἡµῶν καυχήσεως ὑπὲρ ὑµῶν εἰς αὐτοὺς ἐνδεικνύµενοι {ἐστέ}” εἰς πρόσωπον τῶν ἐκκλησιῶν.

(9:1) Περὶ µὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν µοί ἐστιν

τὸ γράφειν ὑµῖν·

(2) οἶδα γὰρ τὴν προθυµίαν ὑµῶν

ἣν ὑπὲρ ὑµῶν καυχῶµαι Μακεδόσιν,

ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι,

καὶ τὸ ὑµῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας.

(3) ἔπεµψα δὲ τοὺς ἀδελφούς,

ἵνα µὴ τὸ καύχηµα ἡµῶν τὸ ὑπὲρ ὑµῶν κενωθῇ ἐν τῷ µέρει τούτῳ,

ἵνα↓

—καθὼς ἔλεγον—

↑ παρεσκευασµένοι ἦτε,

(4) µή πως ἐὰν ἔλθωσιν σὺν ἐµοὶ Μακεδόνες

καὶ εὕρωσιν ὑµᾶς ἀπαρασκευάστους

καταισχυνθῶµεν ἡµεῖς,

—ἵνα µὴ λέγω ὑµεῖς,—ἐν τῇ ὑποστάσει ταύτῃ.

(5) ἀναγκαῖον οὖν ἡγησάµην

παρακαλέσαι τοὺς ἀδελφούς,

ἵνα προέλθωσιν εἰς ὑµᾶς

καὶ προκαταρτίσωσιν τὴν προεπηγγελµένην εὐλογίαν ὑµῶν,

ταύτην ἑτοίµην εἶναι οὕτως ὡς εὐλογίαν καὶ µὴ ὡς πλεονεξίαν.

(6) Τοῦτο δέ {φηµι},

ὁ σπείρων φειδοµένως

φειδοµένως καὶ θερίσει,

καὶ↓

ὁ σπείρων ἐπ’ εὐλογίαις

↑ ἐπ’ εὐλογίαις καὶ θερίσει.

(7) ἕκαστος {δότω}

καθὼς προῄρηται τῇ καρδίᾳ, µὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης·

ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.

(8) δυνατεῖ δὲ ὁ θεὸς

πᾶσαν χάριν περισσεῦσαι εἰς ὑµᾶς,

ἵνα↓

ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες

↑ περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν,

(9) καθὼς γέγραπται·

{ὁ θεός} ἐσκόρπισεν,

ἔδωκεν τοῖς πένησιν,

ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τὸν αἰῶνα.

(10) “ὁ↓

δὲ↓

↑ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν

↑ χορηγήσει

καὶ πληθυνεῖ τὸν σπόρον ὑµῶν

καὶ αὐξήσει τὰ γενήµατα τῆς δικαιοσύνης ὑµῶν.

(11) ἐν παντὶ πλουτιζόµενοι {ἐστέ}” εἰς πᾶσαν ἁπλότητα,

ἥτις κατεργάζεται δι’ ἡµῶν εὐχαριστίαν τῷ θεῷ·

(12) ὅτι “ἡ διακονία τῆς λειτουργίας ταύτης↓

οὐ µόνον↓

↑ ἐστὶν

↑ προσαναπληροῦσα τὰ ὑστερήµατα τῶν ἁγίων,

ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ.

(13) διὰ τῆς δοκιµῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν {ἐστέ}” ἐπὶ τῇ ὑποταγῇ τῆς ὁµολογίας ὑµῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,

(14) καὶ αὐτῶν δεήσει ὑπὲρ ὑµῶν ἐπιποθούντων ὑµᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑµῖν.

(15) Χάρις {εἴη} τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

(10:1) Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑµᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ,

ὃς κατὰ πρόσωπον µὲν ταπεινὸς {ἐστὶν} ἐν ὑµῖν,

ἀπὼν

δὲ θαρρῶ εἰς ὑµᾶς·

(2) δέοµαι δὲ

τὸ µὴ↓

—παρὼν—

↑ θαρρῆσαι τῇ πεποιθήσει

ᾗ λογίζοµαι

τολµῆσαι

ἐπί τινας τοὺς λογιζοµένους ἡµᾶς

ὡς κατὰ σάρκα περιπατοῦντας.

(3) Ἐν σαρκὶ↓

γὰρ↓

↑ περιπατοῦντες

↑ οὐ κατὰ σάρκα στρατευόµεθα,

(4) τὰ γὰρ ὅπλα τῆς στρατείας ἡµῶν οὐ σαρκικὰ “{ἐστὶν} ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωµάτων,

—λογισµοὺς καθαιροῦντες” (5) καὶ πᾶν ὕψωµα—

ἐπαιρόµενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ,

καὶ αἰχµαλωτίζοντες πᾶν νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,

(6) καὶ ἐν ἑτοίµῳ ἔχοντες

ἐκδικῆσαι πᾶσαν παρακοήν,

ὅταν πληρωθῇ ὑµῶν ἡ ὑπακοή.

(7) Τὰ κατὰ πρόσωπον βλέπετε.

εἴ τις πέποιθεν

ἑαυτῷ Χριστοῦ εἶναι,

τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἑαυτοῦ,

ὅτι↓

καθὼς αὐτὸς Χριστοῦ {ἐστὶν},

↑ οὕτως καὶ ἡµεῖς {εἰσίν}.

(8) ἐάν↓

τε γὰρ↓

↑ περισσότερόν τι καυχήσωµαι περὶ τῆς ἐξουσίας ἡµῶν

ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδοµὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑµῶν,

↑ οὐκ αἰσχυνθήσοµαι.

(9) ἵνα µὴ δόξω

ὡς ἂν ἐκφοβεῖν ὑµᾶς διὰ τῶν ἐπιστολῶν·

(10) ὅτι αἱ ἐπιστολαὶ µέν,↓

—φησίν,—

↑ βαρεῖαι καὶ ἰσχυραί {εἰσίν},

ἡ δὲ παρουσία τοῦ σώµατος ἀσθενὴς {ἐστὶν}

καὶ ὁ λόγος {ἐστὶν} ἐξουθενηµένος.

(11) τοῦτο λογιζέσθω ὁ τοιοῦτος,

ὅτι

οἷοί ἐσµεν τῷ λόγῳ δι’ ἐπιστολῶν

ἀπόντες,

τοιοῦτοι {ἐσµεν} καὶ↓

παρόντες

↑ τῷ ἔργῳ.

(12) Οὐ γὰρ τολµῶµεν

ἐγκρῖναι

ἢ συγκρῖναι ἑαυτούς τισιν

τῶν ἑαυτοὺς συνιστανόντων,

ἀλλ’ αὐτοὶ↓

ἐν ἑαυτοῖς ἑαυτοὺς µετροῦντες

καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς

↑ οὐ συνιᾶσιν.

(13) ἡµεῖς δὲ οὐκ εἰς τὰ ἄµετρα καυχησόµεθα ἀλλὰ κατὰ τὸ µέτρον τοῦ κανόνος

οὗ ἐµέρισεν ἡµῖν ὁ θεὸς µέτρου,

ἐφικέσθαι ἄχρι καὶ ὑµῶν.

(14) οὐ γὰρ↓

ὡς µὴ ἐφικνούµενοι εἰς ὑµᾶς

↑ ὑπερεκτείνοµεν ἑαυτούς,

ἄχρι γὰρ καὶ ὑµῶν “ἐφθάσαµεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ,

(15) οὐκ εἰς τὰ ἄµετρα καυχώµενοι ἐν ἀλλοτρίοις κόποις,

ἐλπίδα δὲ ἔχοντες”

αὐξανοµένης τῆς πίστεως ὑµῶν

ἐν ὑµῖν µεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡµῶν εἰς περισσείαν

(16) εἰς τὰ ὑπερέκεινα ὑµῶν εὐαγγελίσασθαι,

οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιµα καυχήσασθαι.

(17) Ὁ↓

{γέγραπται} δὲ

↑ καυχώµενος ἐν κυρίῳ καυχάσθω·

(18) οὐ↓

γὰρ↓

↑ ὁ ἑαυτὸν συνιστάνων,

↑ ἐκεῖνός ἐστιν δόκιµος,

ἀλλ’ {ἐστιν}

ὃν ὁ κύριος συνίστησιν.

(11:1) Ὄφελον ἀνείχεσθέ µου µικρόν τι ἀφροσύνης·

ἀλλὰ καὶ ἀνέχεσθέ µου.

(2) ζηλῶ γὰρ ὑµᾶς θεοῦ ζήλῳ,

ἡρµοσάµην γὰρ ὑµᾶς ἑνὶ ἀνδρὶ

παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·

(3) φοβοῦµαι δὲ

µή πως,↓

ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ,

↑ φθαρῇ τὰ νοήµατα ὑµῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν.

(4) εἰ↓

µὲν γὰρ↓

↑ ὁ ἐρχόµενος ἄλλον Ἰησοῦν κηρύσσει

ὃν οὐκ ἐκηρύξαµεν,

ἢ πνεῦµα ἕτερον λαµβάνετε

ὃ οὐκ ἐλάβετε,

ἢ εὐαγγέλιον ἕτερον

ὃ οὐκ ἐδέξασθε,

↑ καλῶς ἀνέχεσθε.

(5) Λογίζοµαι γὰρ

µηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.

(6) εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ {εἰµί}, ἀλλ’ οὐ τῇ γνώσει,

ἀλλ’ ἐν παντὶ φανερώσαντες {ἐσµεν} ἐν πᾶσιν εἰς ὑµᾶς.

(7) Ἢ ἁµαρτίαν ἐποίησα

ἐµαυτὸν ταπεινῶν

ἵνα ὑµεῖς ὑψωθῆτε,

ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάµην ὑµῖν;

(8) ἄλλας ἐκκλησίας ἐσύλησα

λαβὼν ὀψώνιον πρὸς τὴν ὑµῶν διακονίαν,

(9) καὶ↓

παρὼν πρὸς ὑµᾶς

καὶ ὑστερηθεὶς

↑ οὐ κατενάρκησα οὐθενός·

τὸ γὰρ ὑστέρηµά µου προσανεπλήρωσαν οἱ ἀδελφοὶ

ἐλθόντες ἀπὸ Μακεδονίας,

καὶ ἐν παντὶ ἀβαρῆ ἐµαυτὸν ὑµῖν ἐτήρησα

καὶ τηρήσω.

(10) ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐµοὶ

ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐµὲ ἐν τοῖς κλίµασιν τῆς Ἀχαΐας.

(11) διὰ τί {ἐστιν};

ὅτι οὐκ ἀγαπῶ ὑµᾶς;

ὁ θεὸς οἶδεν.

(12) Ὃ↓

δὲ↓

↑ ποιῶ,

↑ καὶ ποιήσω,

ἵνα ἐκκόψω τὴν ἀφορµὴν

τῶν θελόντων ἀφορµήν,

ἵνα↓

ἐν ᾧ καυχῶνται

↑ εὑρεθῶσιν

καθὼς καὶ ἡµεῖς.

(13) οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι,

µετασχηµατιζόµενοι εἰς ἀποστόλους Χριστοῦ.

(14) καὶ οὐ θαῦµα {ἐστιν}·

αὐτὸς γὰρ ὁ σατανᾶς µετασχηµατίζεται εἰς ἄγγελον φωτός.

(15) οὐ µέγα οὖν {ἐστιν}

εἰ καὶ οἱ διάκονοι αὐτοῦ µετασχηµατίζονται ὡς διάκονοι δικαιοσύνης·

ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

(16) Πάλιν λέγω,

µή τίς↓

µε↓

↑ δόξῃ

↑ ἄφρονα εἶναι·

εἰ δὲ µή γε,

κἂν ὡς ἄφρονα δέξασθέ µε,

ἵνα κἀγὼ µικρόν τι καυχήσωµαι.

(17) ὃ λαλῶ,

οὐ κατὰ κύριον λαλῶ ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.

(18) ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα,

κἀγὼ καυχήσοµαι.

(19) ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων

φρόνιµοι ὄντες·

(20) ἀνέχεσθε γὰρ

εἴ τις ὑµᾶς καταδουλοῖ,

εἴ τις κατεσθίει,

εἴ τις λαµβάνει,

εἴ τις ἐπαίρεται,

εἴ τις εἰς πρόσωπον ὑµᾶς δέρει.

(21) κατὰ ἀτιµίαν λέγω,

ὡς ὅτι ἡµεῖς ἠσθενήκαµεν.

Ἐν ᾧ↓

δ’↓

↑ ἄν τις τολµᾷ,

—ἐν ἀφροσύνῃ λέγω,—

↑ {ἐν τούτῳ} τολµῶ κἀγώ.

(22) Ἑβραῖοί εἰσιν;

κἀγώ {εἰµι}.

Ἰσραηλῖταί εἰσιν;

κἀγώ {εἰµι}.

σπέρµα Ἀβραάµ εἰσιν;

κἀγώ {εἰµι}.

(23) διάκονοι Χριστοῦ εἰσιν;

—παραφρονῶν

λαλῶ,—

ὑπὲρ ἐγώ· {ἐγενόµην} ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.

(24) Ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ µίαν {πληγὰς} ἔλαβον,

(25) τρὶς ἐρραβδίσθην,

ἅπαξ ἐλιθάσθην,

τρὶς ἐναυάγησα,

νυχθήµερον ἐν τῷ βυθῷ πεποίηκα·

(26) ὁδοιπορίαις πολλάκις {ἤµην}, κινδύνοις ποταµῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρηµίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, (27) κόπῳ καὶ µόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιµῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυµνότητι·

(28) χωρὶς τῶν παρεκτὸς {πραγµάτων ἐστιν} ἡ ἐπίστασίς µοι ἡ καθ’ ἡµέραν, ἡ µέριµνα πασῶν τῶν ἐκκλησιῶν.

(29) τίς ἀσθενεῖ

καὶ οὐκ ἀσθενῶ;

τίς σκανδαλίζεται

καὶ οὐκ ἐγὼ πυροῦµαι;

(30) Εἰ↓

καυχᾶσθαι

↑ δεῖ,

τὰ τῆς ἀσθενείας µου καυχήσοµαι.

(31) ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν,

ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας,

ὅτι οὐ ψεύδοµαι.

(32) ἐν Δαµασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαµασκηνῶν

πιάσαι µε,

(33) καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους

καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

(12:1) Καυχᾶσθαι

δεῖ,

οὐ συµφέρον µέν {ἐστιν},

ἐλεύσοµαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου.

(2) οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων,

—εἴτε {ὄντα} ἐν σώµατι

οὐκ οἶδα,

εἴτε {ὄντα} ἐκτὸς τοῦ σώµατος

οὐκ οἶδα,

ὁ θεὸς οἶδεν,—

ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.

(3) καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον,—εἴτε ἐν σώµατι εἴτε χωρὶς τοῦ σώµατος

οὐκ οἶδα,

ὁ θεὸς οἶδεν,—

(4) ὅτι ἡρπάγη εἰς τὸν παράδεισον

καὶ ἤκουσεν ἄρρητα ῥήµατα

ἃ↓

οὐκ ἐξὸν ἀνθρώπῳ

↑ λαλῆσαι.

(5) ὑπὲρ τοῦ τοιούτου καυχήσοµαι,

ὑπὲρ δὲ ἐµαυτοῦ οὐ καυχήσοµαι εἰ µὴ ἐν ταῖς ἀσθενείαις.

(6) Ἐὰν↓

γὰρ↓

↑ θελήσω

καυχήσασθαι,

↑ οὐκ ἔσοµαι ἄφρων,

ἀλήθειαν γὰρ ἐρῶ·

φείδοµαι δέ,

{ἵνα} µή τις εἰς ἐµὲ λογίσηται

ὑπὲρ ὃ βλέπει µε

ἢ ἀκούει τι ἐξ ἐµοῦ

(7) {ποιῶν οὕτως} καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων

διὸ↓

ἵνα µὴ ὑπεραίρωµαι,

↑ ἐδόθη µοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατανᾶ,

ἵνα µε κολαφίζῃ,

ἵνα µὴ ὑπεραίρωµαι.

(8) ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα

ἵνα ἀποστῇ ἀπ’ ἐµοῦ.

(9) καὶ εἴρηκέν µοι·

ἀρκεῖ σοι ἡ χάρις µου,

ἡ γὰρ δύναµις ἐν ἀσθενείᾳ τελεῖται.

Ἥδιστα οὖν µᾶλλον καυχήσοµαι ἐν ταῖς ἀσθενείαις µου,

ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐµὲ ἡ δύναµις τοῦ Χριστοῦ.

(10) διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγµοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ·

ὅταν↓

γὰρ↓

↑ ἀσθενῶ,

↑ τότε δυνατός εἰµι.

(11) Γέγονα ἄφρων,

ὑµεῖς µε ἠναγκάσατε.

ἐγὼ γὰρ ὤφειλον

ὑφ’ ὑµῶν συνίστασθαι·

οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων

εἰ καὶ οὐδέν εἰµι.

(12) τὰ “µὲν σηµεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑµῖν ἐν πάσῃ ὑποµονῇ,

σηµείοις” τε καὶ τέρασιν καὶ δυνάµεσιν {γινόµενα}.

(13) τί γάρ ἐστιν

ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας,

εἰ µὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑµῶν;

χαρίσασθέ µοι τὴν ἀδικίαν ταύτην.

(14) Ἰδοὺ

τρίτον τοῦτο ἑτοίµως ἔχω

ἐλθεῖν πρὸς ὑµᾶς,

καὶ οὐ καταναρκήσω·

οὐ γὰρ ζητῶ τὰ ὑµῶν ἀλλ’ ὑµᾶς.

οὐ γὰρ ὀφείλει τὰ τέκνα

τοῖς γονεῦσιν θησαυρίζειν ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις.

(15) ἐγὼ δὲ ἥδιστα δαπανήσω

καὶ ἐκδαπανηθήσοµαι ὑπὲρ τῶν ψυχῶν ὑµῶν.

εἰ περισσοτέρως ὑµᾶς ἀγαπῶ(ν),

ἧσσον ἀγαπῶµαι;

(16) Ἔστω δέ,

ἐγὼ οὐ κατεβάρησα ὑµᾶς·

ἀλλ’↓

ὑπάρχων πανοῦργος

↑ δόλῳ ὑµᾶς ἔλαβον.

(17) “µή τινα ὧν ἀπέσταλκα πρὸς ὑµᾶς,

δι’ αὐτοῦ ἐπλεονέκτησα ὑµᾶς;”

(18) παρεκάλεσα Τίτον

καὶ συναπέστειλα τὸν ἀδελφόν·

µήτι ἐπλεονέκτησεν ὑµᾶς Τίτος;

οὐ τῷ αὐτῷ πνεύµατι περιεπατήσαµεν;

οὐ τοῖς αὐτοῖς ἴχνεσιν {περιεπατήσαµεν};

(19) Πάλαι δοκεῖτε

ὅτι ὑµῖν ἀπολογούµεθα.

κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦµεν·

τὰ δὲ πάντα {λαλοῦµεν}, ἀγαπητοί, ὑπὲρ τῆς ὑµῶν οἰκοδοµῆς.

(20) φοβοῦµαι γὰρ

{ἵνα} µή πως↓

ἐλθὼν

οὐχ οἵους θέλω

↑ εὕρω ὑµᾶς

κἀγὼ εὑρεθῶ ὑµῖν

οἷον οὐ θέλετε·

{ἵνα} µή πως ἔρις, ζῆλος, θυµοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισµοί, φυσιώσεις, ἀκαταστασίαι {ὦσιν}·

(21) {ἵνα} µὴ↓

πάλιν ἐλθόντος µου

↑ ταπεινώσῃ µε ὁ θεός µου πρὸς ὑµᾶς

καὶ πενθήσω πολλοὺς

τῶν προηµαρτηκότων

καὶ µὴ µετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ

ᾗ ἔπραξαν.

(13:1) Τρίτον τοῦτο ἔρχοµαι πρὸς ὑµᾶς·

ἐπὶ στόµατος δύο µαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆµα.

(2) προείρηκα

καὶ προλέγω,

ὡς παρὼν τὸ δεύτερον

καὶ ἀπὼν νῦν,

τοῖς προηµαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν,

ὅτι↓

ἐὰν ἔλθω εἰς τὸ πάλιν

↑ οὐ φείσοµαι,

(3) ἐπεὶ δοκιµὴν ζητεῖτε τοῦ↓

ἐν ἐµοὶ λαλοῦντος

↑ Χριστοῦ,

ὃς εἰς ὑµᾶς οὐκ ἀσθενεῖ

ἀλλὰ δυνατεῖ ἐν ὑµῖν.

(4) καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας,

ἀλλὰ ζῇ ἐκ δυνάµεως θεοῦ.

καὶ γὰρ ἡµεῖς ἀσθενοῦµεν ἐν αὐτῷ,

ἀλλὰ ζήσοµεν σὺν αὐτῷ ἐκ δυνάµεως θεοῦ εἰς ὑµᾶς.

(5) Ἑαυτοὺς πειράζετε

εἰ ἐστὲ ἐν τῇ πίστει,

ἑαυτοὺς δοκιµάζετε·

ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς

ὅτι {ἐστιν} Ἰησοῦς Χριστὸς ἐν ὑµῖν;

εἰ µήτι ἀδόκιµοί ἐστε.

(6) ἐλπίζω δὲ

ὅτι γνώσεσθε

ὅτι ἡµεῖς οὐκ ἐσµὲν ἀδόκιµοι.

(7) εὐχόµεθα δὲ πρὸς τὸν θεὸν

µὴ ποιῆσαι ὑµᾶς κακὸν µηδέν,

οὐχ ἵνα ἡµεῖς δόκιµοι φανῶµεν,

ἀλλ’ ἵνα ὑµεῖς τὸ καλὸν ποιῆτε,

ἡµεῖς δὲ ὡς ἀδόκιµοι ὦµεν.

(8) οὐ γὰρ δυνάµεθά τι κατὰ τῆς ἀληθείας ἀλλ’ ὑπὲρ τῆς ἀληθείας.

(9) χαίροµεν γὰρ

ὅταν ἡµεῖς ἀσθενῶµεν,

ὑµεῖς δὲ δυνατοὶ ἦτε·

τοῦτο καὶ εὐχόµεθα, τὴν ὑµῶν κατάρτισιν.

(10) Διὰ τοῦτο ταῦτα↓

ἀπὼν

↑ γράφω,

ἵνα↓

παρὼν

↑ µὴ ἀποτόµως χρήσωµαι κατὰ τὴν ἐξουσίαν

ἣν ὁ κύριος ἔδωκέν µοι εἰς οἰκοδοµὴν καὶ οὐκ εἰς καθαίρεσιν.

(11) Λοιπόν, ἀδελφοί, χαίρετε,

καταρτίζεσθε,

παρακαλεῖσθε,

τὸ αὐτὸ φρονεῖτε,

εἰρηνεύετε,

καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται µεθ’ ὑµῶν.

(12) Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήµατι.

Ἀσπάζονται ὑµᾶς οἱ ἅγιοι πάντες.

(13) Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύµατος {εἴη} µετὰ πάντων ὑµῶν.

Galatians

(1:1) Παῦλος ἀπόστολος—οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ

πατρὸς↓

τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,—

↑ (2) καὶ οἱ σὺν ἐµοὶ πάντες ἀδελφοὶ {ἐπεστείλαµεν} ταῖς ἐκκλησίαις τῆς Γαλατίας,

(3) χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ

(4) τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν,

ὅπως ἐξέληται ἡµᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέληµα τοῦ θεοῦ καὶ πατρὸς ἡµῶν,

(5) ᾧ ἡ δόξα {εἴη} εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀµήν.

(6) Θαυµάζω

ὅτι οὕτως ταχέως µετατίθεσθε↓

ἀπὸ τοῦ καλέσαντος ὑµᾶς ἐν χάριτι Χριστοῦ

↑ εἰς ἕτερον εὐαγγέλιον,

(7) ὃ οὐκ ἔστιν ἄλλο,

εἰ µή τινές εἰσιν

οἱ ταράσσοντες ὑµᾶς

καὶ θέλοντες

µεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.

(8) ἀλλὰ καὶ {ἔστιν}

ἐὰν ἡµεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑµῖν

παρ’ ὃ εὐηγγελισάµεθα ὑµῖν,

ἀνάθεµα ἔστω.

(9) ὡς προειρήκαµεν

καὶ ἄρτι πάλιν λέγω·

εἴ τις ὑµᾶς εὐαγγελίζεται

παρ’ ὃ παρελάβετε,

ἀνάθεµα ἔστω.

(10) Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν;

ἢ ζητῶ

ἀνθρώποις ἀρέσκειν;

εἰ ἔτι ἀνθρώποις ἤρεσκον,

Χριστοῦ δοῦλος οὐκ ἂν ἤµην.

(11) Γνωρίζω γὰρ ὑµῖν, ἀδελφοί, τὸ εὐαγγέλιον

τὸ εὐαγγελισθὲν ὑπ’ ἐµοῦ

ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·

(12) οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ

οὔτε ἐδιδάχθην,

ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ {παρέλαβον}.

(13) Ἠκούσατε γὰρ τὴν ἐµὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσµῷ,

ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ

καὶ ἐπόρθουν αὐτήν,

(14) καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσµῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει µου,

περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν µου παραδόσεων.

(15) Ὅτε↓

δὲ↓

↑ εὐδόκησεν ὁ θεὸς

ὁ ἀφορίσας µε ἐκ κοιλίας µητρός µου

καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ

(16) ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐµοί,

ἵνα εὐαγγελίζωµαι αὐτὸν ἐν τοῖς ἔθνεσιν,

↑ εὐθέως οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι

(17) οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυµα πρὸς τοὺς πρὸ ἐµοῦ ἀποστόλους,

ἀλλ’ ἀπῆλθον εἰς Ἀραβίαν

καὶ πάλιν ὑπέστρεψα εἰς Δαµασκόν.

(18) Ἔπειτα µετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυµα

ἱστορῆσαι Κηφᾶν

καὶ ἐπέµεινα πρὸς αὐτὸν ἡµέρας δεκαπέντε,

(19) ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ µὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.

(20) ἃ↓

δὲ↓

↑ γράφω ὑµῖν,

↑ ἰδοὺ ἐνώπιον τοῦ θεοῦ

ὅτι οὐ ψεύδοµαι.

(21) Ἔπειτα ἦλθον εἰς τὰ κλίµατα τῆς Συρίας καὶ τῆς Κιλικίας·

(22) ἤµην δὲ

ἀγνοούµενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ.

(23) µόνον↓

δὲ↓

↑ ἀκούοντες

↑ ἦσαν

ὅτι↓

ὁ διώκων ἡµᾶς ποτε

↑ νῦν εὐαγγελίζεται τὴν πίστιν

ἥν ποτε ἐπόρθει,

(24) καὶ ἐδόξαζον ἐν ἐµοὶ τὸν θεόν.

(2:1) Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυµα µετὰ Βαρναβᾶ

συµπαραλαβὼν καὶ Τίτον·

(2) ἀνέβην δὲ κατὰ ἀποκάλυψιν·

καὶ ἀνεθέµην αὐτοῖς τὸ εὐαγγέλιον

ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν,

κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν,

{ἵνα} µή πως εἰς κενὸν τρέχω

ἢ ἔδραµον.

(3) ἀλλ’ οὐδὲ Τίτος—ὁ σὺν ἐµοί,—↓

Ἕλλην ὤν,

↑ ἠναγκάσθη

περιτµηθῆναι·

(4) “διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους,

οἵτινες παρεισῆλθον

κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡµῶν

ἣν ἔχοµεν ἐν Χριστῷ Ἰησοῦ,

ἵνα ἡµᾶς καταδουλώσουσιν,

(5) οἷς οὐδὲ πρὸς ὥραν εἴξαµεν” τῇ ὑποταγῇ,

—ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαµείνῃ πρὸς ὑµᾶς.—

(6) “Ἀπὸ↓

δὲ↓

↑ τῶν δοκούντων

εἶναί τι,

—ὁποῖοί ποτε ἦσαν

↑ οὐδέν µοι διαφέρει·

πρόσωπον ὁ θεὸς ἀνθρώπου οὐ λαµβάνει

—ἐµοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,”

(7) ἀλλὰ τοὐναντίον↓↓

ἰδόντες

ὅτι πεπίστευµαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτοµῆς,

(8)—ὁ↓

γὰρ↓

↑ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτοµῆς

↑ ἐνήργησεν καὶ ἐµοὶ εἰς τὰ ἔθνη,—

(9) καὶ γνόντες τὴν χάριν

τὴν δοθεῖσάν µοι,

↑↑ Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης,↓

οἱ δοκοῦντες

στῦλοι εἶναι,

↑ {χεῖρας} δεξιὰς ἔδωκαν ἐµοὶ καὶ Βαρναβᾷ κοινωνίας,

ἵνα ἡµεῖς εἰς τὰ ἔθνη {εὐαγγελιζόµεθα},

αὐτοὶ δὲ εἰς τὴν περιτοµήν {εὐαγγελιζόµεθα}·

(10) µόνον τῶν πτωχῶν ἵνα µνηµονεύωµεν,

ὃ καὶ ἐσπούδασα

αὐτὸ τοῦτο ποιῆσαι.

(11) Ὅτε↓

δὲ↓

↑ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν,

↑ κατὰ πρόσωπον αὐτῷ ἀντέστην,

ὅτι κατεγνωσµένος ἦν.

(12) πρὸ τοῦ↓

γὰρ↓

↑ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου

↑ µετὰ τῶν ἐθνῶν συνήσθιεν·

ὅτε↓

δὲ↓

↑ ἦλθον,

↑ ὑπέστελλεν

καὶ ἀφώριζεν ἑαυτὸν

φοβούµενος τοὺς ἐκ περιτοµῆς.

(13) καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι,

ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.

(14) ἀλλ’↓

ὅτε εἶδον

ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου,

↑ εἶπον τῷ Κηφᾷ ἔµπροσθεν πάντων·

εἰ σὺ↓

Ἰουδαῖος ὑπάρχων

↑ ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῇς,

πῶς↓

τὰ ἔθνη↓

↑ ἀναγκάζεις

↑ ἰουδαΐζειν;

(15) Ἡµεῖς {ἐσµεν} φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁµαρτωλοί·

(16) εἰδότες

δὲ↓

ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόµου ἐὰν µὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ,

↑ καὶ ἡµεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαµεν,

ἵνα δικαιωθῶµεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόµου,

ὅτι ἐξ ἔργων νόµου οὐ δικαιωθήσεται πᾶσα σάρξ.

(17) εἰ↓

δὲ↓

ζητοῦντες

δικαιωθῆναι ἐν Χριστῷ

↑ εὑρέθηµεν καὶ αὐτοὶ ἁµαρτωλοί,

↑ ἆρα Χριστὸς ἁµαρτίας διάκονος {ἔστιν};

µὴ γένοιτο.

(18) εἰ↓

γὰρ↓

ἃ κατέλυσα ταῦτα

↑ πάλιν οἰκοδοµῶ,

↑ παραβάτην ἐµαυτὸν συνιστάνω.

(19) ἐγὼ γὰρ διὰ νόµου νόµῳ ἀπέθανον,

ἵνα θεῷ ζήσω.

Χριστῷ συνεσταύρωµαι·

(20) ζῶ δὲ οὐκέτι ἐγώ,

ζῇ δὲ ἐν ἐµοὶ Χριστός·

ὃ↓

δὲ↓

↑ νῦν ζῶ ἐν σαρκί,

↑ ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ

τοῦ ἀγαπήσαντός µε

καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐµοῦ.

(21) Οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ·

εἰ↓

γὰρ↓

↑ διὰ νόµου δικαιοσύνη {ἔστιν},

↑ ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.

(3:1) Ὦ ἀνόητοι Γαλάται, τίς ὑµᾶς ἐβάσκανεν,

οἷς κατ’ ὀφθαλµοὺς Ἰησοῦς Χριστὸς προεγράφη

ἐσταυρωµένος;

(2) τοῦτο↓

µόνον θέλω

↑ µαθεῖν ἀφ’ ὑµῶν·

ἐξ ἔργων νόµου τὸ πνεῦµα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;

(3) οὕτως ἀνόητοί ἐστε,

ἐναρξάµενοι πνεύµατι

νῦν σαρκὶ ἐπιτελεῖσθε;

(4) τοσαῦτα ἐπάθετε εἰκῇ;

εἴ γε καὶ εἰκῇ {ἐστιν}.

(5) ὁ↓

οὖν ↓

↑ ἐπιχορηγῶν ὑµῖν τὸ πνεῦµα

καὶ ἐνεργῶν δυνάµεις ἐν ὑµῖν,

↑ {ἐστιν} ἐξ ἔργων νόµου ἢ ἐξ ἀκοῆς πίστεως;

(6) Καθὼς Ἀβραὰµ ἐπίστευσεν τῷ θεῷ,

καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·

(7) γινώσκετε ἄρα

ὅτι οἱ ἐκ πίστεως {εἰσιν},

οὗτοι υἱοί εἰσιν Ἀβραάµ.

(8) προϊδοῦσα

δὲ ἡ γραφὴ↓

ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός,

↑ προευηγγελίσατο τῷ Ἀβραὰµ

ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη·

(9) ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάµ.

(10) Ὅσοι↓

γὰρ↓

↑ ἐξ ἔργων νόµου εἰσίν,

↑ ὑπὸ κατάραν εἰσίν·

γέγραπται γὰρ

ὅτι {εἴη} ἐπικατάρατος πᾶς

ὃς οὐκ ἐµµένει πᾶσιν

τοῖς γεγραµµένοις ἐν τῷ βιβλίῳ τοῦ νόµου

τοῦ ποιῆσαι αὐτά.

(11) ὅτι↓

δὲ↓

↑ ἐν νόµῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ

↑ δῆλον {ἔστιν},

ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται·

(12) ὁ δὲ νόµος οὐκ ἔστιν ἐκ πίστεως,

ἀλλ’ {λέγει}

ὁ ποιήσας αὐτὰ

ζήσεται ἐν αὐτοῖς.

(13) Χριστὸς ἡµᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόµου

γενόµενος ὑπὲρ ἡµῶν κατάρα,

ὅτι γέγραπται·

ἐπικατάρατος {εἴη} πᾶς

ὁ κρεµάµενος ἐπὶ ξύλου,

(14) ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰµ γένηται ἐν Χριστῷ Ἰησοῦ,

ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύµατος λάβωµεν διὰ τῆς πίστεως.

(15) Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω·

ὅµως ἀνθρώπου↓

κεκυρωµένην

↑ διαθήκην οὐδεὶς ἀθετεῖ

ἢ ἐπιδιατάσσεται.

(16) τῷ δὲ Ἀβραὰµ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρµατι αὐτοῦ.

οὐ λέγει· καὶ τοῖς σπέρµασιν, ὡς ἐπὶ πολλῶν ἀλλ’ ὡς ἐφ’ ἑνός· καὶ τῷ σπέρµατί σου,

ὅς ἐστιν Χριστός.

(17) τοῦτο δὲ λέγω·

διαθήκην↓

προκεκυρωµένην ὑπὸ τοῦ θεοῦ

↑ ὁ↓

µετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς

↑ νόµος οὐκ ἀκυροῖ

εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.

(18) εἰ↓

γὰρ↓

↑ ἐκ νόµου ἡ κληρονοµία {ἔστιν},

↑ οὐκέτι ἐξ ἐπαγγελίας {ἔστιν}·

τῷ δὲ Ἀβραὰµ δι’ ἐπαγγελίας κεχάρισται ὁ θεός.

(19) Τί οὖν ὁ νόµος {ἔστιν};

τῶν παραβάσεων χάριν προσετέθη,

ἄχρις οὗ ἔλθῃ τὸ σπέρµα

ᾧ ἐπήγγελται,

διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ µεσίτου.

(20) ὁ δὲ µεσίτης ἑνὸς οὐκ ἔστιν,

ὁ δὲ θεὸς εἷς ἐστιν.

(21) ὁ οὖν νόµος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ {ἔστιν};

µὴ γένοιτο.

εἰ↓

γὰρ↓

↑ ἐδόθη νόµος

ὁ δυνάµενος

ζῳοποιῆσαι,

↑ ὄντως ἐκ νόµου ἂν ἦν ἡ δικαιοσύνη·

(22) ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁµαρτίαν,

ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.

(23) Πρὸ τοῦ↓

δὲ↓

↑ ἐλθεῖν τὴν πίστιν

↑ ὑπὸ νόµον ἐφρουρούµεθα

συγκλειόµενοι

εἰς τὴν µέλλουσαν πίστιν ἀποκαλυφθῆναι,

(24) ὥστε ὁ νόµος παιδαγωγὸς ἡµῶν γέγονεν εἰς Χριστόν,

ἵνα ἐκ πίστεως δικαιωθῶµεν·

(25) ἐλθούσης↓

δὲ↓

↑ τῆς πίστεως

↑ οὐκέτι ὑπὸ παιδαγωγόν ἐσµεν.

(26) Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·

(27) ὅσοι↓

γὰρ↓

↑ εἰς Χριστὸν ἐβαπτίσθητε,

↑ Χριστὸν ἐνεδύσασθε.

(28) οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην {ἔστιν},

οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος {ἔστιν},

οὐκ ἔνι ἄρσεν καὶ θῆλυ {ἔστιν}·

πάντες γὰρ ὑµεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.

(29) εἰ↓

δὲ↓

↑ ὑµεῖς Χριστοῦ {ἐστέ},

↑ ἄρα τοῦ Ἀβραὰµ σπέρµα ἐστέ,

κατ’ ἐπαγγελίαν κληρονόµοι {ἐστέ}.

(4:1) Λέγω δέ,

ἐφ’ ὅσον χρόνον ὁ κληρονόµος νήπιός ἐστιν,

οὐδὲν διαφέρει δούλου

κύριος πάντων ὤν,

(2) ἀλλ’ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόµους ἄχρι τῆς προθεσµίας τοῦ πατρός.

(3) οὕτως καὶ ἡµεῖς,↓

ὅτε ἦµεν νήπιοι,

ὑπὸ τὰ στοιχεῖα τοῦ κόσµου↓

↑ ἤµεθα

↑ δεδουλωµένοι·

(4) ὅτε↓

δὲ↓

↑ ἦλθεν τὸ πλήρωµα τοῦ χρόνου,

↑ ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ,

γενόµενον ἐκ γυναικός,

γενόµενον ὑπὸ νόµον,

(5) ἵνα τοὺς ὑπὸ νόµον ἐξαγοράσῃ,

ἵνα τὴν υἱοθεσίαν ἀπολάβωµεν.

(6) Ὅτι↓

δέ↓

↑ ἐστε υἱοί,

↑ ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦµα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡµῶν

κρᾶζον·

αββα ὁ πατήρ.

(7) ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ’ υἱός·

εἰ↓

δὲ↓

↑ υἱός {εἶ},

↑ καὶ κληρονόµος διὰ θεοῦ {εἶ}.

(8) Ἀλλὰ τότε µὲν↓

οὐκ εἰδότες θεὸν

↑ ἐδουλεύσατε

τοῖς φύσει µὴ οὖσιν θεοῖς·

(9) νῦν δὲ↓

γνόντες θεόν,

µᾶλλον δὲ

γνωσθέντες ὑπὸ θεοῦ,

↑ πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα

οἷς πάλιν ἄνωθεν↓

δουλεύειν

↑ θέλετε;

(10) ἡµέρας παρατηρεῖσθε καὶ µῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς,

(11) φοβοῦµαι ὑµᾶς

µή πως εἰκῇ κεκοπίακα εἰς ὑµᾶς.

(12) Γίνεσθε ὡς ἐγώ,

ὅτι κἀγὼ {εἰµι} ὡς ὑµεῖς, ἀδελφοί,

δέοµαι ὑµῶν.

οὐδέν µε ἠδικήσατε·

(13) οἴδατε δὲ

ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάµην ὑµῖν τὸ πρότερον,

(14) καὶ τὸν πειρασµὸν ὑµῶν ἐν τῇ σαρκί µου οὐκ ἐξουθενήσατε

οὐδὲ ἐξεπτύσατε,

ἀλλ’ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ µε, ὡς Χριστὸν Ἰησοῦν.

(15) ποῦ οὖν ὁ µακαρισµὸς ὑµῶν {ἦν};

µαρτυρῶ γὰρ ὑµῖν

ὅτι↓

εἰ δυνατὸν {ἦν}

↑ τοὺς ὀφθαλµοὺς ὑµῶν↓

ἐξορύξαντες

↑ ἐδώκατέ µοι.

(16) ὥστε ἐχθρὸς ὑµῶν γέγονα

ἀληθεύων ὑµῖν;

(17) ζηλοῦσιν ὑµᾶς οὐ καλῶς,

ἀλλ’↓

ἐκκλεῖσαι ὑµᾶς

↑ θέλουσιν,

ἵνα αὐτοὺς ζηλοῦτε·

(18) καλὸν δὲ {ἔστιν}

ζηλοῦσθαι ἐν καλῷ πάντοτε

καὶ µὴ µόνον ἐν τῷ παρεῖναί µε πρὸς ὑµᾶς.

(19) τέκνα µου,

οὓς πάλιν ὠδίνω

µέχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν·

(20) ἤθελον δὲ

παρεῖναι πρὸς ὑµᾶς ἄρτι

καὶ ἀλλάξαι τὴν φωνήν µου,

ὅτι ἀποροῦµαι ἐν ὑµῖν.

(21) Λέγετέ µοι,

οἱ↓

ὑπὸ νόµον↓

↑ θέλοντες

↑ εἶναι,

τὸν νόµον οὐκ ἀκούετε;

(22) γέγραπται γὰρ

ὅτι Ἀβραὰµ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.

(23) ἀλλ’ ὁ µὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται,

ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι’ ἐπαγγελίας.

(24) ἅτινά ἐστιν ἀλληγορούµενα·

“αὗται γάρ εἰσιν δύο διαθῆκαι,

µία µὲν ἀπὸ ὄρους Σινᾶ {ἐστίν}”

εἰς δουλείαν γεννῶσα,

ἥτις ἐστὶν Ἁγάρ.

(25) τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ·

συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήµ,

δουλεύει γὰρ µετὰ τῶν τέκνων αὐτῆς.

(26) “ἡ δὲ ἄνω Ἰερουσαλὴµ ἐλευθέρα ἐστίν,

ἥτις ἐστὶν µήτηρ ἡµῶν·”

(27) γέγραπται γάρ·

εὐφράνθητι, στεῖρα

ἡ οὐ τίκτουσα,

ῥῆξον

καὶ βόησον,

ἡ οὐκ ὠδίνουσα·

ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήµου {εἰσίν} µᾶλλον ἢ

τῆς ἐχούσης τὸν ἄνδρα.

(28) Ὑµεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ.

(29) ἀλλ’↓↓

ὥσπερ τότε↓

ὁ κατὰ σάρκα γεννηθεὶς

↑ ἐδίωκεν

τὸν κατὰ πνεῦµα {γεννηθὲντα},

↑↑ οὕτως καὶ νῦν {ἐστίν}.

(30) ἀλλὰ τί λέγει ἡ γραφή;

ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς·

οὐ γὰρ µὴ κληρονοµήσει ὁ υἱὸς τῆς παιδίσκης µετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.

(31) διό, ἀδελφοί, οὐκ ἐσµὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

(5:1) Τῇ ἐλευθερίᾳ ἡµᾶς Χριστὸς ἠλευθέρωσεν·

στήκετε οὖν

καὶ µὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

(2) Ἴδε

ἐγὼ Παῦλος λέγω ὑµῖν

ὅτι↓

ἐὰν περιτέµνησθε,

↑ Χριστὸς ὑµᾶς οὐδὲν ὠφελήσει.

(3) µαρτύροµαι δὲ πάλιν παντὶ ἀνθρώπῳ

περιτεµνοµένῳ

ὅτι {αὐτὸς} ὀφειλέτης ἐστὶν

ὅλον τὸν νόµον ποιῆσαι.

(4) κατηργήθητε ἀπὸ Χριστοῦ,

οἵτινες ἐν νόµῳ δικαιοῦσθε,

τῆς χάριτος ἐξεπέσατε.

(5) ἡµεῖς γὰρ πνεύµατι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόµεθα.

(6) ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτοµή τι ἰσχύει οὔτε ἀκροβυστία

ἀλλὰ πίστις {ἰσχύει}

δι’ ἀγάπης ἐνεργουµένη.

(7) Ἐτρέχετε καλῶς·

τίς ὑµᾶς ἐνέκοψεν

τῇ ἀληθείᾳ µὴ πείθεσθαι;

(8) ἡ πεισµονὴ οὐκ {ἔρχεται}

ἐκ τοῦ καλοῦντος ὑµᾶς.

(9) µικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ.

(10) ἐγὼ πέποιθα εἰς ὑµᾶς ἐν κυρίῳ

ὅτι οὐδὲν ἄλλο φρονήσετε·

ὁ δὲ ταράσσων ὑµᾶς

βαστάσει τὸ κρίµα,

ὅστις ἐὰν ᾖ.

(11) Ἐγὼ δέ, ἀδελφοί,↓

εἰ περιτοµὴν ἔτι κηρύσσω,

↑ τί ἔτι διώκοµαι;

ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.

(12) Ὄφελον καὶ ἀποκόψονται

οἱ ἀναστατοῦντες ὑµᾶς.

(13) Ὑµεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί·

µόνον µὴ τὴν ἐλευθερίαν εἰς ἀφορµὴν τῇ σαρκί {κατέχητε},

ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.

(14) ὁ γὰρ πᾶς νόµος ἐν ἑνὶ λόγῳ πεπλήρωται,

ἐν τῷ {ἐστιν}·

ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

(15) εἰ↓

δὲ↓

↑ ἀλλήλους δάκνετε

καὶ κατεσθίετε,

↑ βλέπετε

µὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.

(16) Λέγω δέ,

πνεύµατι περιπατεῖτε

καὶ ἐπιθυµίαν σαρκὸς οὐ µὴ τελέσητε.

(17) ἡ γὰρ σὰρξ ἐπιθυµεῖ κατὰ τοῦ πνεύµατος,

τὸ δὲ πνεῦµα {ἐπιθυµεῖ} κατὰ τῆς σαρκός,

ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται,

ἵνα µὴ↓

ἃ ἐὰν θέλητε

↑ ταῦτα ποιῆτε.

(18) εἰ↓

δὲ↓

↑ πνεύµατι ἄγεσθε,

↑ οὐκ ἐστὲ ὑπὸ νόµον.

(19) φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός,

ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, (20) εἰδωλολατρία, φαρµακεία, ἔχθραι, ἔρις, ζῆλος, θυµοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, (21) φθόνοι, µέθαι, κῶµοι καὶ τὰ ὅµοια τούτοις,

ἃ προλέγω ὑµῖν,

καθὼς προεῖπον

ὅτι↓

οἱ τὰ τοιαῦτα πράσσοντες

↑ βασιλείαν θεοῦ οὐ κληρονοµήσουσιν.

(22) ὁ δὲ καρπὸς τοῦ πνεύµατός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, µακροθυµία, χρηστότης, ἀγαθωσύνη, πίστις, (23) πραΰτης, ἐγκράτεια·

κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόµος.

(24) οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήµασιν καὶ ταῖς ἐπιθυµίαις.

(25) Εἰ ζῶµεν πνεύµατι,

πνεύµατι καὶ στοιχῶµεν.

(26) µὴ γινώµεθα κενόδοξοι,

ἀλλήλους προκαλούµενοι,

ἀλλήλοις φθονοῦντες.

(6:1) Ἀδελφοί,↓

ἐὰν καὶ προληµφθῇ ἄνθρωπος ἔν τινι παραπτώµατι,

↑ ὑµεῖς οἱ πνευµατικοὶ “καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύµατι πραΰτητος,

σκοπῶν σεαυτὸν

{ἵνα} µὴ καὶ σὺ πειρασθῇς.”

(2) Ἀλλήλων τὰ βάρη βαστάζετε

καὶ οὕτως ἀναπληρώσετε τὸν νόµον τοῦ Χριστοῦ.

(3) εἰ↓

γὰρ↓

↑ δοκεῖ τις

εἶναί τι

µηδὲν ὤν,

↑ φρεναπατᾷ ἑαυτόν.

(4) τὸ δὲ ἔργον ἑαυτοῦ δοκιµαζέτω ἕκαστος,

καὶ τότε εἰς ἑαυτὸν µόνον τὸ καύχηµα ἕξει

καὶ οὐκ εἰς τὸν ἕτερον {ἕξει}·

(5) ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

(6) Κοινωνείτω δὲ↓

ὁ κατηχούµενος τὸν λόγον

τῷ κατηχοῦντι

↑ ἐν πᾶσιν ἀγαθοῖς.

(7) Μὴ πλανᾶσθε,

θεὸς οὐ µυκτηρίζεται.

ὃ↓

γὰρ↓

↑ ἐὰν σπείρῃ ἄνθρωπος,

↑ τοῦτο καὶ θερίσει·

(8) ὅτι↓

ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ

↑ ἐκ τῆς σαρκὸς θερίσει φθοράν,

ὁ↓

δὲ↓

↑ σπείρων εἰς τὸ πνεῦµα

↑ ἐκ τοῦ πνεύµατος θερίσει ζωὴν αἰώνιον.

(9) τὸ↓

δὲ↓

↑ καλὸν ποιοῦντες

↑ µὴ ἐγκακῶµεν,

καιρῷ γὰρ ἰδίῳ θερίσοµεν

µὴ ἐκλυόµενοι.

(10) Ἄρα οὖν ὡς καιρὸν ἔχοµεν,

ἐργαζώµεθα τὸ ἀγαθὸν πρὸς πάντας,

µάλιστα δὲ {ἐργαζώµεθα} πρὸς τοὺς οἰκείους τῆς πίστεως.

(11) Ἴδετε

πηλίκοις ὑµῖν γράµµασιν ἔγραψα τῇ ἐµῇ χειρί.

(12) Ὅσοι θέλουσιν

εὐπροσωπῆσαι ἐν σαρκί,

οὗτοι ἀναγκάζουσιν ὑµᾶς

περιτέµνεσθαι

µόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ µὴ διώκωνται.

(13) οὐδὲ γὰρ↓

οἱ περιτεµνόµενοι αὐτοὶ

↑ νόµον φυλάσσουσιν

ἀλλὰ θέλουσιν ὑµᾶς

περιτέµνεσθαι,

ἵνα ἐν τῇ ὑµετέρᾳ σαρκὶ καυχήσωνται.

(14) Ἐµοὶ δὲ µὴ γένοιτο

καυχᾶσθαι εἰ µὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ,

δι’ οὗ ἐµοὶ κόσµος ἐσταύρωται

κἀγὼ κόσµῳ {ἐσταύρωµαι}.

(15) οὔτε γὰρ περιτοµή τί ἐστιν

οὔτε ἀκροβυστία {ἐστιν}

ἀλλὰ {ἢ εἶ} καινὴ κτίσις.

(16) καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν,

εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος {εἴεν}

καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ {εἴεν}.

(17) Τοῦ λοιποῦ κόπους µοι µηδεὶς παρεχέτω·

ἐγὼ γὰρ τὰ στίγµατα τοῦ Ἰησοῦ ἐν τῷ σώµατί µου βαστάζω.

(18) Ἡ χάρις τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ {εἴη} µετὰ τοῦ πνεύµατος ὑµῶν, ἀδελφοί· ἀµήν.

Ephesians

(1:1) Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ {ἐπέστειλα} διὰ θελήµατος θεοῦ τοῖς ἁγίοις↓

τοῖς οὖσιν ἐν Ἐφέσῳ

↑ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ,

(2) χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(3) Εὐλογητὸς {εἴη} ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ,

ὁ εὐλογήσας ἡµᾶς ἐν πάσῃ εὐλογίᾳ πνευµατικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,

(4) καθὼς ἐξελέξατο ἡµᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσµου

εἶναι ἡµᾶς ἁγίους καὶ ἀµώµους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ

(5) προορίσας ἡµᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήµατος αὐτοῦ, (6) εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ

ἧς ἐχαρίτωσεν ἡµᾶς ἐν τῷ ἠγαπηµένῳ.

(7) Ἐν ᾧ ἔχοµεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵµατος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωµάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ

(8) ἧς ἐπερίσσευσεν εἰς ἡµᾶς,

ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, (9) γνωρίσας ἡµῖν τὸ µυστήριον τοῦ θελήµατος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ

ἣν προέθετο ἐν αὐτῷ (10) εἰς οἰκονοµίαν τοῦ πληρώµατος τῶν καιρῶν,

ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ

(11) Ἐν ᾧ καὶ ἐκληρώθηµεν

προορισθέντες κατὰ πρόθεσιν

τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήµατος αὐτοῦ

(12) εἰς τὸ εἶναι ἡµᾶς εἰς ἔπαινον δόξης αὐτοῦ

τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.

(13) Ἐν ᾧ καὶ ὑµεῖς {ἐστε}

ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑµῶν,

ἐν ᾧ καὶ↓

πιστεύσαντες

↑ ἐσφραγίσθητε τῷ πνεύµατι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,

(14) ὅ ἐστιν ἀρραβὼν τῆς κληρονοµίας ἡµῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.

(15) Διὰ τοῦτο κἀγὼ↓

ἀκούσας τὴν καθ’ ὑµᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους

↑ (16) οὐ παύοµαι

εὐχαριστῶν ὑπὲρ ὑµῶν

µνείαν ποιούµενος ἐπὶ τῶν προσευχῶν µου,

(17) ἵνα ὁ θεὸς τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑµῖν πνεῦµα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,

(18) “πεφωτισµένους τοὺς ὀφθαλµοὺς τῆς καρδίας ὑµῶν

εἰς τὸ εἰδέναι ὑµᾶς

τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ,”

τίς {ἐστιν} ὁ πλοῦτος τῆς δόξης τῆς κληρονοµίας αὐτοῦ ἐν τοῖς ἁγίοις,

(19) καὶ τί {ἐστιν} τὸ ὑπερβάλλον µέγεθος τῆς δυνάµεως αὐτοῦ εἰς ἡµᾶς

τοὺς πιστεύοντας “κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ.

(20) Ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ

ἐγείρας αὐτὸν ἐκ νεκρῶν

καὶ καθίσας” ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις (21) ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάµεως καὶ κυριότητος καὶ παντὸς ὀνόµατος ὀνοµαζοµένου, οὐ µόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ µέλλοντι·

(22) καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ

καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,

(23) ἥτις ἐστὶν τὸ σῶµα αὐτοῦ, τὸ πλήρωµα

τοῦ τὰ πάντα ἐν πᾶσιν

πληρουµένου.

(2:1) Καὶ ὑµᾶς ὄντας νεκροὺς τοῖς παραπτώµασιν καὶ ταῖς ἁµαρτίαις ὑµῶν,

(2) ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσµου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύµατος

τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·

(3) ἐν οἷς καὶ ἡµεῖς πάντες ἀνεστράφηµέν ποτε ἐν ταῖς ἐπιθυµίαις τῆς σαρκὸς ἡµῶν

ποιοῦντες τὰ θελήµατα τῆς σαρκὸς καὶ τῶν διανοιῶν,

καὶ ἤµεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί·

(4) ὁ δὲ θεὸς↓

πλούσιος ὢν ἐν ἐλέει,

↑ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ↓

ἣν ἠγάπησεν ἡµᾶς,

(5) καὶ ὄντας ἡµᾶς νεκροὺς τοῖς παραπτώµασιν

↑ συνεζωοποίησεν τῷ Χριστῷ,

—χάριτί ἐστε σεσῳσµένοι—

(6) καὶ συνήγειρεν

καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,

(7) ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχοµένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡµᾶς ἐν Χριστῷ Ἰησοῦ.

(8) Τῇ γὰρ χάριτί ἐστε σεσῳσµένοι διὰ πίστεως·

καὶ τοῦτο {ἐστιν} οὐκ ἐξ ὑµῶν,

θεοῦ τὸ δῶρον {ἐστιν}·

(9) οὐκ ἐξ ἔργων {ἐστιν},

ἵνα µή τις καυχήσηται.

(10) αὐτοῦ γάρ ἐσµεν ποίηµα,

κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς

οἷς προητοίµασεν ὁ θεός,

ἵνα ἐν αὐτοῖς περιπατήσωµεν.

(11) Διὸ µνηµονεύετε

ὅτι {ἐστε} ποτὲ ὑµεῖς τὰ ἔθνη ἐν σαρκί,

—οἱ λεγόµενοι ἀκροβυστία ὑπὸ τῆς λεγοµένης περιτοµῆς ἐν σαρκὶ χειροποιήτου,—

(12) ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ,↓

ἀπηλλοτριωµένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ

↑ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας,↓

ἐλπίδα µὴ ἔχοντες

↑ καὶ ἄθεοι ἐν τῷ κόσµῳ.

(13) νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑµεῖς {ἐστε}

οἵ ποτε ὄντες µακρὰν

ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵµατι τοῦ Χριστοῦ.

(14) Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡµῶν,

ὁ ποιήσας τὰ ἀµφότερα ἓν

καὶ τὸ µεσότοιχον τοῦ φραγµοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ,

(15) τὸν νόµον τῶν ἐντολῶν ἐν δόγµασιν καταργήσας,

ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον

ποιῶν εἰρήνην

(16) καὶ ἀποκαταλλάξῃ τοὺς ἀµφοτέρους ἐν ἑνὶ σώµατι τῷ θεῷ διὰ τοῦ σταυροῦ,

ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.

(17) καὶ↓

ἐλθὼν

↑ εὐηγγελίσατο εἰρήνην ὑµῖν τοῖς µακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς·

(18) ὅτι δι’ αὐτοῦ ἔχοµεν τὴν προσαγωγὴν οἱ ἀµφότεροι ἐν ἑνὶ πνεύµατι πρὸς τὸν πατέρα.

(19) Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι

ἀλλ’ ἐστὲ συµπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,

(20) ἐποικοδοµηθέντες ἐπὶ τῷ θεµελίῳ τῶν ἀποστόλων καὶ προφητῶν,

ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,

(21) ἐν ᾧ πᾶσα οἰκοδοµὴ συναρµολογουµένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,

(22) ἐν ᾧ καὶ ὑµεῖς συνοικοδοµεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύµατι.

(3:1) Τούτου χάριν ἐγὼ {εἰµι} Παῦλος ὁ δέσµιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑµῶν τῶν ἐθνῶν

(2) εἴ γε ἠκούσατε τὴν οἰκονοµίαν τῆς χάριτος τοῦ θεοῦ

τῆς δοθείσης µοι εἰς ὑµᾶς,

(3) ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη µοι τὸ µυστήριον,

—καθὼς προέγραψα ἐν ὀλίγῳ,

(4) πρὸς ὃ δύνασθε

ἀναγινώσκοντες

νοῆσαι τὴν σύνεσίν µου ἐν τῷ µυστηρίῳ τοῦ Χριστοῦ,—

(5) ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων

ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύµατι,

(6) εἶναι τὰ ἔθνη συγκληρονόµα καὶ σύσσωµα καὶ συµµέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου,

(7) οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ

τῆς δοθείσης µοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάµεως αὐτοῦ.

(8) Ἐµοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη,

τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ

(9) καὶ φωτίσαι πάντας

τίς ἡ οἰκονοµία τοῦ µυστηρίου {ἐστιν}

τοῦ ἀποκεκρυµµένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ

τῷ τὰ πάντα κτίσαντι,

(10) ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, (11) κατὰ πρόθεσιν τῶν αἰώνων

ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν,

(12) ἐν ᾧ ἔχοµεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.

(13) διὸ αἰτοῦµαι

µὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν µου ὑπὲρ ὑµῶν,

ἥτις ἐστὶν δόξα ὑµῶν.

(14) Τούτου χάριν κάµπτω τὰ γόνατά µου πρὸς τὸν πατέρα,

(15) ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνοµάζεται,

(16) “ἵνα δῷ ὑµῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ

δυνάµει κραταιωθῆναι διὰ τοῦ πνεύµατος αὐτοῦ

εἰς τὸν ἔσω ἄνθρωπον, (17) κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑµῶν,

ἐν ἀγάπῃ ἐρριζωµένοι

καὶ τεθεµελιωµένοι,”

(18) ἵνα ἐξισχύσητε

καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις

τί τὸ πλάτος {ἐστιν} καὶ µῆκος καὶ ὕψος καὶ βάθος,

(19) γνῶναί τε τὴν↓

ὑπερβάλλουσαν τῆς γνώσεως

↑ ἀγάπην τοῦ Χριστοῦ,

ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωµα τοῦ θεοῦ.

(20) Τῷ δὲ δυναµένῳ↓↓

ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ↓

ὧν αἰτούµεθα

ἢ νοοῦµεν

↑ κατὰ τὴν δύναµιν

τὴν ἐνεργουµένην ἐν ἡµῖν,

↑↑ (21) αὐτῷ ἡ δόξα {εἴη} ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀµήν.

(4:1) “Παρακαλῶ οὖν ὑµᾶς ἐγὼ ὁ δέσµιος ἐν κυρίῳ

ἀξίως περιπατῆσαι τῆς κλήσεως↓

ἧς ἐκλήθητε,

↑ (2) µετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος,

µετὰ µακροθυµίας, ἀνεχόµενοι {ἐστέ} ἀλλήλων ἐν ἀγάπῃ,

(3) σπουδάζοντες”

τηρεῖν τὴν ἑνότητα τοῦ πνεύµατος ἐν τῷ συνδέσµῳ τῆς εἰρήνης·

(4) Ἓν σῶµα καὶ ἓν πνεῦµα {ἐστιν},

καθὼς καὶ ἐκλήθητε ἐν µιᾷ ἐλπίδι τῆς κλήσεως ὑµῶν·

(5) {ἐστιν} εἷς κύριος, µία πίστις, ἓν βάπτισµα, (6) εἷς θεὸς καὶ πατὴρ πάντων,

ὁ {ὢν} ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

(7) Ἑνὶ δὲ ἑκάστῳ ἡµῶν ἐδόθη ἡ χάρις κατὰ τὸ µέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

(8) διὸ λέγει·

ἀναβὰς εἰς ὕψος

ᾐχµαλώτευσεν αἰχµαλωσίαν,

ἔδωκεν δόµατα τοῖς ἀνθρώποις.

(9) τὸ δὲ ἀνέβη τί ἐστιν εἰ µὴ

ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα µέρη τῆς γῆς;

(10) ὁ καταβὰς αὐτός ἐστιν

καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν,

ἵνα πληρώσῃ τὰ πάντα.

(11) Καὶ αὐτὸς ἔδωκεν τοὺς µὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιµένας καὶ διδασκάλους, (12) πρὸς τὸν καταρτισµὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδοµὴν τοῦ σώµατος τοῦ Χριστοῦ,

(13) µέχρι καταντήσωµεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς µέτρον ἡλικίας τοῦ πληρώµατος τοῦ Χριστοῦ,

(14) ἵνα µηκέτι ὦµεν νήπιοι,

κλυδωνιζόµενοι

καὶ περιφερόµενοι παντὶ ἀνέµῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν µεθοδείαν τῆς πλάνης,

(15) ἀληθεύοντες↓

δὲ↓

↑ ἐν ἀγάπῃ

↑ αὐξήσωµεν εἰς αὐτὸν τὰ πάντα,

ὅς ἐστιν ἡ κεφαλή, Χριστός,

(16) ἐξ οὗ πᾶν τὸ σῶµα↓

συναρµολογούµενον

καὶ συµβιβαζόµενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν µέτρῳ ἑνὸς ἑκάστου µέρους

↑ τὴν αὔξησιν τοῦ σώµατος ποιεῖται εἰς οἰκοδοµὴν ἑαυτοῦ ἐν ἀγάπῃ.

(17) Τοῦτο οὖν λέγω

καὶ µαρτύροµαι ἐν κυρίῳ,

µηκέτι ὑµᾶς περιπατεῖν,

καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν µαταιότητι τοῦ νοὸς αὐτῶν,

(18) ἐσκοτωµένοι τῇ διανοίᾳ

ὄντες ἀπηλλοτριωµένοι τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν

τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,

(19) οἵτινες↓

ἀπηλγηκότες

↑ ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.

(20) Ὑµεῖς δὲ οὐχ οὕτως ἐµάθετε τὸν Χριστόν,

(21) εἴ γε αὐτὸν ἠκούσατε

καὶ ἐν αὐτῷ ἐδιδάχθητε,

καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,

(22) ἀποθέσθαι ὑµᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον

τὸν φθειρόµενον κατὰ τὰς ἐπιθυµίας τῆς ἀπάτης,

(23) ἀνανεοῦσθαι δὲ τῷ πνεύµατι τοῦ νοὸς ὑµῶν

(24) καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον

τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.

(25) Διὸ↓

ἀποθέµενοι τὸ ψεῦδος

λαλεῖτε ἀλήθειαν ἕκαστος µετὰ τοῦ πλησίον αὐτοῦ,

ὅτι ἐσµὲν ἀλλήλων µέλη.

(26) ὀργίζεσθε

καὶ µὴ ἁµαρτάνετε·

ὁ ἥλιος µὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισµῷ ὑµῶν,

(27) µηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.

(28) ὁ κλέπτων µηκέτι κλεπτέτω,

µᾶλλον δὲ κοπιάτω

ἐργαζόµενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν,

ἵνα ἔχῃ

µεταδιδόναι

τῷ χρείαν ἔχοντι.

(29) πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόµατος ὑµῶν µὴ ἐκπορευέσθω,

ἀλλ’

εἴ τις ἀγαθὸς {ἔχει} πρὸς οἰκοδοµὴν τῆς χρείας,

ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.

(30) καὶ µὴ λυπεῖτε τὸ πνεῦµα τὸ ἅγιον τοῦ θεοῦ,

ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡµέραν ἀπολυτρώσεως.

(31) πᾶσα πικρία καὶ θυµὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφηµία ἀρθήτω ἀφ’ ὑµῶν σὺν πάσῃ κακίᾳ.

(32) γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι,

χαριζόµενοι ἑαυτοῖς,

καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑµῖν.

(5:1) Γίνεσθε οὖν µιµηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ

(2) καὶ περιπατεῖτε ἐν ἀγάπῃ,

καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡµᾶς

καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσµὴν εὐωδίας.

(3) Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία µηδὲ ὀνοµαζέσθω ἐν ὑµῖν,↓

καθὼς πρέπει ἁγίοις,

↑ (4) καὶ αἰσχρότης καὶ µωρολογία ἢ εὐτραπελία,

ἃ οὐκ ἀνῆκεν,

ἀλλὰ µᾶλλον εὐχαριστία {πρέπει}.

(5) τοῦτο γὰρ ἴστε

γινώσκοντες,

ὅτι “πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης,↓

ὅ ἐστιν” εἰδωλολάτρης,

↑ οὐκ ἔχει κληρονοµίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.

(6) Μηδεὶς ὑµᾶς ἀπατάτω κενοῖς λόγοις·

διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

(7) µὴ οὖν γίνεσθε συµµέτοχοι αὐτῶν·

(8) ἦτε γάρ ποτε σκότος,

νῦν δὲ {ἐστε} φῶς ἐν κυρίῳ·

ὡς τέκνα φωτὸς περιπατεῖτε

(9)—ὁ γὰρ καρπὸς τοῦ φωτὸς {ἐστιν} ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ—

(10) δοκιµάζοντες

τί ἐστιν εὐάρεστον τῷ κυρίῳ,

(11) καὶ µὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους,

µᾶλλον δὲ καὶ ἐλέγχετε.

(12) τὰ↓

γὰρ↓

↑ κρυφῇ γινόµενα ὑπ’ αὐτῶν

↑ αἰσχρόν ἐστιν

καὶ λέγειν,

(13) τὰ δὲ πάντα↓

ἐλεγχόµενα ὑπὸ τοῦ φωτὸς

↑ φανεροῦται,

(14) πᾶν γὰρ↓

τὸ φανερούµενον

↑ φῶς ἐστιν.

διὸ λέγει·

ἔγειρε, ὁ καθεύδων,

καὶ ἀνάστα ἐκ τῶν νεκρῶν,

καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

(15) Βλέπετε οὖν ἀκριβῶς

πῶς περιπατεῖτε µὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,

(16) ἐξαγοραζόµενοι τὸν καιρόν,

ὅτι αἱ ἡµέραι πονηραί εἰσιν.

(17) διὰ τοῦτο µὴ γίνεσθε ἄφρονες,

ἀλλὰ συνίετε

τί {ἐστὶν} τὸ θέληµα τοῦ κυρίου.

(18) καὶ µὴ µεθύσκεσθε οἴνῳ,

ἐν ᾧ ἐστιν ἀσωτία,

ἀλλὰ “πληροῦσθε ἐν πνεύµατι,

(19) λαλοῦντες ἑαυτοῖς ἐν ψαλµοῖς καὶ ὕµνοις καὶ ᾠδαῖς πνευµατικαῖς,

ᾄδοντες

καὶ ψάλλοντες τῇ καρδίᾳ ὑµῶν τῷ κυρίῳ,

(20) εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόµατι τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί.

(21) Ὑποτασσόµενοι” ἀλλήλοις ἐν φόβῳ Χριστοῦ

(22) αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,

(23) ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας,

αὐτὸς {ἐστιν} σωτὴρ τοῦ σώµατος·

(24) ἀλλ’ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ,

οὕτως καὶ αἱ γυναῖκες {ὑποτάσσονται} τοῖς ἀνδράσιν ἐν παντί.

(25) Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας,

καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν

καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,

(26) ἵνα αὐτὴν ἁγιάσῃ

καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήµατι,

(27) ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν,

µὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων,

ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄµωµος.

(28) οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες

ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώµατα.

ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα

ἑαυτὸν ἀγαπᾷ.

(29) Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐµίσησεν

ἀλλ’ ἐκτρέφει

καὶ θάλπει αὐτήν,

καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,

(30) ὅτι µέλη ἐσµὲν τοῦ σώµατος αὐτοῦ.

(31) ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν µητέρα

καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,

καὶ ἔσονται οἱ δύο εἰς σάρκα µίαν.

(32) τὸ µυστήριον τοῦτο µέγα ἐστίν·

ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.

(33) πλὴν καὶ ὑµεῖς οἱ καθ’ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν,

ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

(6:1) Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑµῶν ἐν κυρίῳ·

τοῦτο γάρ ἐστιν δίκαιον.

(2) τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα,

ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,

(3) ἵνα εὖ σοι γένηται

καὶ ἔσῃ µακροχρόνιος ἐπὶ τῆς γῆς.

(4) Καὶ οἱ πατέρες, µὴ παροργίζετε τὰ τέκνα ὑµῶν

ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.

(5) Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις µετὰ φόβου καὶ τρόµου ἐν ἁπλότητι τῆς καρδίας ὑµῶν ὡς τῷ Χριστῷ,

(6) µὴ κατ’ ὀφθαλµοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς δοῦλοι Χριστοῦ

ποιοῦντες τὸ θέληµα τοῦ θεοῦ ἐκ ψυχῆς,

(7) µετ’ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,

(8) εἰδότες

ὅτι ἕκαστος↓

ἐάν τι ποιήσῃ ἀγαθόν,

↑ τοῦτο κοµίσεται παρὰ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος.

(9) Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς,

ἀνιέντες τὴν ἀπειλήν,

εἰδότες

ὅτι καὶ αὐτῶν καὶ ὑµῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς

καὶ προσωποληµψία οὐκ ἔστιν παρ’ αὐτῷ.

(10) Τοῦ λοιποῦ, ἐνδυναµοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.

(11) ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ

πρὸς τὸ δύνασθαι ὑµᾶς

στῆναι πρὸς τὰς µεθοδείας τοῦ διαβόλου·

(12) ὅτι οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσµοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευµατικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

(13) διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ,

ἵνα δυνηθῆτε

ἀντιστῆναι ἐν τῇ ἡµέρᾳ τῇ πονηρᾷ

καὶ↓

ἅπαντα κατεργασάµενοι

↑ στῆναι.

(14) στῆτε οὖν

περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ

καὶ ἐνδυσάµενοι τὸν θώρακα τῆς δικαιοσύνης

(15) καὶ ὑποδησάµενοι τοὺς πόδας ἐν ἑτοιµασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,

(16) ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως,

ἐν ᾧ δυνήσεσθε

πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωµένα σβέσαι·

(17) καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν µάχαιραν τοῦ πνεύµατος,

ὅ ἐστιν ῥῆµα θεοῦ.

(18) Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόµενοι ἐν παντὶ καιρῷ ἐν πνεύµατι,

καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων

(19) {προσεύχεσθε} καὶ ὑπὲρ ἐµοῦ,

ἵνα µοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόµατός µου,

ἐν παρρησίᾳ γνωρίσαι τὸ µυστήριον τοῦ εὐαγγελίου,

(20) ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει,

ἵνα ἐν αὐτῷ παρρησιάσωµαι

ὡς δεῖ

µε λαλῆσαι.

(21) Ἵνα δὲ εἰδῆτε καὶ ὑµεῖς τὰ κατ’ ἐµέ,

τί πράσσω,

πάντα γνωρίσει ὑµῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ,

(22) ὃν ἔπεµψα πρὸς ὑµᾶς εἰς αὐτὸ τοῦτο,

ἵνα γνῶτε τὰ περὶ ἡµῶν

καὶ παρακαλέσῃ τὰς καρδίας ὑµῶν.

(23) Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη {εἴη} µετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(24) ἡ χάρις {εἴη} µετὰ πάντων

τῶν ἀγαπώντων τὸν κύριον ἡµῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.

Philippians

(1:1) Παῦλος καὶ Τιµόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ {ἐπεστείλαµεν} πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ↓

τοῖς οὖσιν ἐν Φιλίπποις

↑ σὺν ἐπισκόποις καὶ διακόνοις,

(2) χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(3) Εὐχαριστῶ τῷ θεῷ µου ἐπὶ πάσῃ τῇ µνείᾳ ὑµῶν

(4)—πάντοτε ἐν πάσῃ δεήσει µου ὑπὲρ πάντων ὑµῶν, µετὰ χαρᾶς τὴν δέησιν ποιούµενος,—(5) ἐπὶ τῇ κοινωνίᾳ ὑµῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡµέρας ἄχρι τοῦ νῦν,

(6) πεποιθὼς αὐτὸ τοῦτο,

ὅτι↓

ὁ ἐναρξάµενος ἐν ὑµῖν ἔργον ἀγαθὸν

↑ ἐπιτελέσει ἄχρι ἡµέρας Χριστοῦ Ἰησοῦ·

(7) Καθώς ἐστιν δίκαιον ἐµοὶ

τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑµῶν

διὰ τὸ ἔχειν µε ἐν τῇ καρδίᾳ ὑµᾶς, ἔν τε τοῖς δεσµοῖς µου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου

συγκοινωνούς µου τῆς χάριτος πάντας ὑµᾶς ὄντας.

(8) µάρτυς γάρ µου ὁ θεὸς {ἐστὶν}

ὡς ἐπιποθῶ πάντας ὑµᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.

(9) Καὶ τοῦτο προσεύχοµαι,

ἵνα ἡ ἀγάπη ὑµῶν ἔτι µᾶλλον καὶ µᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει (10)

εἰς τὸ δοκιµάζειν ὑµᾶς τὰ διαφέροντα,

ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡµέραν Χριστοῦ,

(11) πεπληρωµένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.

(12) Γινώσκειν

δὲ ὑµᾶς βούλοµαι, ἀδελφοί,

ὅτι τὰ κατ’ ἐµὲ µᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,

(13) ὥστε τοὺς δεσµούς µου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,

(14) καὶ τοὺς πλείονας τῶν ἀδελφῶν↓

ἐν κυρίῳ πεποιθότας τοῖς δεσµοῖς µου

↑ περισσοτέρως τολµᾶν

ἀφόβως τὸν λόγον λαλεῖν.

(15) τινὲς µὲν καὶ διὰ φθόνον καὶ ἔριν {κηρύσσουσιν},

τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·

(16) οἱ µὲν ἐξ ἀγάπης,

εἰδότες

ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖµαι,

(17) οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς,

οἰόµενοι

θλῖψιν ἐγείρειν τοῖς δεσµοῖς µου.

(18) Τί γάρ;

πλὴν {ἐστὶν}

ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται,

καὶ ἐν τούτῳ χαίρω.

Ἀλλὰ καὶ χαρήσοµαι,

(19) οἶδα γὰρ

ὅτι τοῦτό µοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑµῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύµατος Ἰησοῦ Χριστοῦ (20) κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα µου,

ὅτι ἐν οὐδενὶ αἰσχυνθήσοµαι

ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν µεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώµατί µου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.

(21) Ἐµοὶ γὰρ τὸ ζῆν Χριστὸς {ἐστὶν} καὶ τὸ ἀποθανεῖν κέρδος.

(22) εἰ↓

δὲ↓

↑ τὸ ζῆν ἐν σαρκί {εἰµι},

↑ τοῦτό µοι καρπὸς ἔργου {ἐστὶν},

καὶ↓

τί αἱρήσοµαι

↑ οὐ γνωρίζω.

(23) συνέχοµαι δὲ ἐκ τῶν δύο,

τὴν ἐπιθυµίαν ἔχων

εἰς τὸ ἀναλῦσαι

καὶ σὺν Χριστῷ εἶναι,

πολλῷ γὰρ µᾶλλον κρεῖσσον {ἐστὶν}·

(24) τὸ↓

δὲ↓

↑ ἐπιµένειν ἐν τῇ σαρκὶ

↑ ἀναγκαιότερον {ἐστὶν} δι’ ὑµᾶς.

(25) καὶ↓

τοῦτο πεποιθὼς

↑ οἶδα

ὅτι µενῶ

καὶ παραµενῶ πᾶσιν ὑµῖν εἰς τὴν ὑµῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,

(26) ἵνα τὸ καύχηµα ὑµῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐµοὶ διὰ τῆς ἐµῆς παρουσίας πάλιν πρὸς ὑµᾶς.

(27) Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε,

ἵνα↓

εἴτε ἐλθὼν

καὶ ἰδὼν ὑµᾶς

εἴτε ἀπὼν

↑ ἀκούω τὰ περὶ ὑµῶν,

ὅτι στήκετε ἐν ἑνὶ πνεύµατι,

µιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου

(28) καὶ µὴ πτυρόµενοι ἐν µηδενὶ ὑπὸ τῶν ἀντικειµένων,

ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας,

ὑµῶν δὲ σωτηρίας {ἐστὶν},

καὶ τοῦτο ἀπὸ θεοῦ {ἐστὶν}·

(29) ὅτι “ὑµῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ,

οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν

ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,

(30) τὸν αὐτὸν ἀγῶνα ἔχοντες,”

οἷον εἴδετε ἐν ἐµοὶ

καὶ νῦν ἀκούετε ἐν ἐµοί.

(2:1) Εἴ τις↓

οὖν↓

↑ {ἐστιν} παράκλησις ἐν Χριστῷ,

εἴ τι {ἐστιν} παραµύθιον ἀγάπης,

εἴ τις {ἐστιν} κοινωνία πνεύµατος,

εἴ τις {ἐστιν} σπλάγχνα καὶ οἰκτιρµοί,

↑ (2) πληρώσατέ µου τὴν χαρὰν

ἵνα τὸ αὐτὸ φρονῆτε,

τὴν αὐτὴν ἀγάπην ἔχοντες,

σύµψυχοι {ὄντες},

τὸ ἓν φρονοῦντες,

(3) µηδὲν κατ’ ἐριθείαν µηδὲ κατὰ κενοδοξίαν {φρονοῦντες}

ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούµενοι

ὑπερέχοντας ἑαυτῶν,

(4) µὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.

(5) Τοῦτο φρονεῖτε ἐν ὑµῖν

ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ {ἦν},

(6) ὃς↓

ἐν µορφῇ θεοῦ ὑπάρχων

↑ οὐχ ἁρπαγµὸν ἡγήσατο

τὸ εἶναι ἴσα θεῷ,

(7) ἀλλ’ ἑαυτὸν ἐκένωσεν

µορφὴν δούλου λαβών,

ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος·

καὶ↓

σχήµατι εὑρεθεὶς ὡς ἄνθρωπος

↑ (8) ἐταπείνωσεν ἑαυτὸν

γενόµενος ὑπήκοος µέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

(9) διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν

καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνοµα τὸ ὑπὲρ πᾶν ὄνοµα,

(10) ἵνα ἐν τῷ ὀνόµατι Ἰησοῦ πᾶν γόνυ κάµψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων

(11) καὶ πᾶσα γλῶσσα ἐξοµολογήσηται↓

ὅτι {ἐστὶν} κύριος Ἰησοῦς Χριστὸς

↑ εἰς δόξαν θεοῦ πατρός.

(12) Ὥστε, ἀγαπητοί µου,

καθὼς πάντοτε ὑπηκούσατε, µὴ ὡς ἐν τῇ παρουσίᾳ µου µόνον ἀλλὰ νῦν πολλῷ µᾶλλον ἐν τῇ ἀπουσίᾳ µου,

µετὰ φόβου καὶ τρόµου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·

(13) θεὸς γάρ ἐστιν

ὁ ἐνεργῶν ἐν ὑµῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.

(14) Πάντα ποιεῖτε χωρὶς γογγυσµῶν καὶ διαλογισµῶν,

(15) ἵνα γένησθε ἄµεµπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄµωµα µέσον γενεᾶς σκολιᾶς

καὶ διεστραµµένης,

ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσµῳ,

(16) λόγον ζωῆς ἐπέχοντες, εἰς καύχηµα ἐµοὶ εἰς ἡµέραν Χριστοῦ,

ὅτι οὐκ εἰς κενὸν ἔδραµον {ἐκοπίασα}

οὐδὲ εἰς κενὸν ἐκοπίασα.

(17) Ἀλλ’↓

εἰ καὶ σπένδοµαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑµῶν,

↑ χαίρω

καὶ συγχαίρω πᾶσιν ὑµῖν·

(18) τὸ δὲ αὐτὸ καὶ ὑµεῖς χαίρετε

καὶ συγχαίρετέ µοι.

(19) Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ

Τιµόθεον ταχέως πέµψαι ὑµῖν,

ἵνα κἀγὼ εὐψυχῶ

γνοὺς τὰ περὶ ὑµῶν.

(20) οὐδένα γὰρ ἔχω ἰσόψυχον,

ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει·

(21) οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν,

οὐ τὰ Ἰησοῦ Χριστοῦ {ζητοῦσιν}.

(22) τὴν δὲ δοκιµὴν αὐτοῦ γινώσκετε,

ὅτι ὡς πατρὶ τέκνον σὺν ἐµοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.

(23) τοῦτον µὲν οὖν ἐλπίζω

πέµψαι

ὡς ἂν ἀφίδω τὰ περὶ ἐµὲ ἐξαυτῆς·

(24) πέποιθα δὲ ἐν κυρίῳ

ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσοµαι.

(25) Ἀναγκαῖον δὲ ἡγησάµην

Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην µου, ὑµῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας µου, πέµψαι πρὸς ὑµᾶς,

(26) ἐπειδὴ↓

ἐπιποθῶν↓

↑ ἦν

↑ πάντας ὑµᾶς

καὶ ἀδηµονῶν,

διότι ἠκούσατε

ὅτι ἠσθένησεν.

(27) καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ·

ἀλλ’ ὁ θεὸς ἠλέησεν αὐτόν,

οὐκ αὐτὸν δὲ µόνον ἀλλὰ καὶ ἐµέ {ἠλέησεν},

ἵνα µὴ λύπην ἐπὶ λύπην σχῶ.

(28) σπουδαιοτέρως οὖν ἔπεµψα αὐτόν,

ἵνα↓

ἰδόντες αὐτὸν πάλιν

↑ χαρῆτε

κἀγὼ ἀλυπότερος ὦ.

(29) προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ µετὰ πάσης χαρᾶς

καὶ τοὺς τοιούτους ἐντίµους ἔχετε,

(30) ὅτι διὰ τὸ ἔργον Χριστοῦ µέχρι θανάτου ἤγγισεν

παραβολευσάµενος τῇ ψυχῇ,

ἵνα ἀναπληρώσῃ τὸ ὑµῶν ὑστέρηµα τῆς πρός µε λειτουργίας.

(3:1) Τὸ λοιπόν, ἀδελφοί µου, χαίρετε ἐν κυρίῳ.

τὰ αὐτὰ γράφειν ὑµῖν

ἐµοὶ µὲν οὐκ ὀκνηρόν {ἐστὶν},

ὑµῖν δὲ ἀσφαλές {ἐστὶν}.

(2) Βλέπετε τοὺς κύνας,

βλέπετε τοὺς κακοὺς ἐργάτας,

βλέπετε τὴν κατατοµήν.

(3) ἡµεῖς γάρ ἐσµεν ἡ περιτοµή,

οἱ πνεύµατι θεοῦ λατρεύοντες

καὶ καυχώµενοι ἐν Χριστῷ Ἰησοῦ

καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,

(4) καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.

Εἴ τις δοκεῖ ἄλλος

πεποιθέναι ἐν σαρκί,

ἐγὼ µᾶλλον {πείθω}·

(5) {εἰµι} περιτοµῇ ὀκταήµερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαµίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόµον Φαρισαῖος,

(6) κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν,

κατὰ δικαιοσύνην {ὢν} τὴν↓

ἐν νόµῳ γενόµενος

↑ ἄµεµπτος.

(7) Ἀλλ’↓

ἅτινα ἦν µοι κέρδη,

↑ ταῦτα ἥγηµαι διὰ τὸν Χριστὸν ζηµίαν.

(8) ἀλλὰ µενοῦνγε καὶ ἡγοῦµαι

πάντα ζηµίαν εἶναι

διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου µου,

δι’ ὃν τὰ πάντα ἐζηµιώθην,

καὶ ἡγοῦµαι σκύβαλα,

ἵνα Χριστὸν κερδήσω

(9) καὶ εὑρεθῶ ἐν αὐτῷ,

µὴ ἔχων ἐµὴν δικαιοσύνην τὴν ἐκ νόµου

ἀλλὰ {ἔχων} τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,

(10) “τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναµιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθηµάτων αὐτοῦ,

συµµορφιζόµενος τῷ θανάτῳ αὐτοῦ,”

(11) εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.

(12) Οὐχ {ἐστὶν}

ὅτι ἤδη ἔλαβον

ἢ ἤδη τετελείωµαι,

διώκω δὲ

εἰ καὶ καταλάβω,

ἐφ’ ᾧ καὶ κατελήµφθην ὑπὸ Χριστοῦ Ἰησοῦ.

(13) ἀδελφοί, ἐγὼ↓

ἐµαυτὸν↓

↑ οὐ λογίζοµαι

↑ κατειληφέναι·

ἓν δέ {ποιῶ},

τὰ µὲν ὀπίσω ἐπιλανθανόµενος

τοῖς δὲ ἔµπροσθεν ἐπεκτεινόµενος,

(14) κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.

(15) Ὅσοι↓

οὖν↓

↑ τέλειοι {ἐσµεν},

↑ τοῦτο φρονῶµεν·

καὶ↓

εἴ τι ἑτέρως φρονεῖτε,

↑ καὶ τοῦτο ὁ θεὸς ὑµῖν ἀποκαλύψει·

(16) πλὴν↓

εἰς ὃ ἐφθάσαµεν,

↑ τῷ αὐτῷ στοιχεῖν.

(17) Συµµιµηταί µου γίνεσθε, ἀδελφοί,

καὶ σκοπεῖτε

τοὺς οὕτως περιπατοῦντας

καθὼς ἔχετε τύπον ἡµᾶς.

(18) πολλοὶ γὰρ περιπατοῦσιν↓↓

—οὓς πολλάκις ἔλεγον ὑµῖν,

“νῦν δὲ↓

καὶ κλαίων

↑ λέγω,—

↑↑ {ὡς} τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,

(19) ὧν τὸ τέλος ἀπώλεια {ἐστὶν},”

ὧν ὁ θεὸς ἡ κοιλία {ἐστὶν}

καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν {φιλοτιµούµεθα},

—οἱ τὰ ἐπίγεια φρονοῦντες.—

(20) ἡµῶν γὰρ τὸ πολίτευµα ἐν οὐρανοῖς ὑπάρχει,

ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόµεθα κύριον Ἰησοῦν Χριστόν,

(21) ὃς µετασχηµατίσει τὸ σῶµα τῆς ταπεινώσεως ἡµῶν σύµµορφον τῷ σώµατι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν

τοῦ δύνασθαι αὐτὸν

καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.

(4:1) Ὥστε, ἀδελφοί µου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός µου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί.

(2) Εὐοδίαν παρακαλῶ

καὶ Συντύχην παρακαλῶ

τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ.

(3) ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε,

συλλαµβάνου αὐταῖς,

αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν µοι µετὰ καὶ Κλήµεντος καὶ τῶν λοιπῶν συνεργῶν µου,

ὧν τὰ ὀνόµατα ἐν βίβλῳ ζωῆς {ἐστιν}.

(4) Χαίρετε ἐν κυρίῳ πάντοτε·

πάλιν ἐρῶ,

χαίρετε.

(5) τὸ ἐπιεικὲς ὑµῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.

ὁ κύριος ἐγγύς {ἐστὶν}.

(6) µηδὲν µεριµνᾶτε,

ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει µετὰ εὐχαριστίας τὰ αἰτήµατα ὑµῶν γνωριζέσθω πρὸς τὸν θεόν.

(7) καὶ ἡ εἰρήνη τοῦ θεοῦ↓

ἡ ὑπερέχουσα πάντα νοῦν

↑ φρουρήσει τὰς καρδίας ὑµῶν καὶ τὰ νοήµατα ὑµῶν ἐν Χριστῷ Ἰησοῦ.

(8) Τὸ λοιπόν, ἀδελφοί,↓

ὅσα ἐστὶν ἀληθῆ,

ὅσα {ἐστὶν} σεµνά,

ὅσα {ἐστὶν} δίκαια,

ὅσα {ἐστὶν} ἁγνά,

ὅσα {ἐστὶν} προσφιλῆ,

ὅσα {ἐστὶν} εὔφηµα,

εἴ τις ἀρετὴ

καὶ εἴ τις ἔπαινος,

↑ ταῦτα λογίζεσθε·

(9) ἃ καὶ ἐµάθετε

καὶ παρελάβετε

καὶ ἠκούσατε

καὶ εἴδετε ἐν ἐµοί,

ταῦτα πράσσετε·

καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται µεθ’ ὑµῶν.

(10) Ἐχάρην δὲ ἐν κυρίῳ µεγάλως

ὅτι ἤδη ποτὲ ἀνεθάλετε

τὸ ὑπὲρ ἐµοῦ φρονεῖν,

ἐφ’ ᾧ καὶ ἐφρονεῖτε,

ἠκαιρεῖσθε δέ.

(11) {ἐστιν} οὐχ↓

ὅτι καθ’ ὑστέρησιν

↑ λέγω {τοῦτο},

ἐγὼ γὰρ ἔµαθον

ἐν οἷς εἰµι

αὐτάρκης εἶναι.

(12) οἶδα καὶ

ταπεινοῦσθαι,

οἶδα καὶ

περισσεύειν·

ἐν παντὶ καὶ ἐν πᾶσιν µεµύηµαι,

καὶ χορτάζεσθαι

καὶ πεινᾶν

καὶ περισσεύειν

καὶ ὑστερεῖσθαι·

(13) πάντα ἰσχύω

ἐν τῷ ἐνδυναµοῦντί µε.

(14) Πλὴν καλῶς ἐποιήσατε

συγκοινωνήσαντές µου τῇ θλίψει.

(15) οἴδατε δὲ καὶ ὑµεῖς, Φιλιππήσιοι,

ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου,↓

ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας,

↑ οὐδεµία µοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήµψεως εἰ µὴ ὑµεῖς µόνοι,

(16) ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν µοι ἐπέµψατε.

(17) {ἐστιν} οὐχ

ὅτι ἐπιζητῶ τὸ δόµα,

ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν

τὸν πλεονάζοντα εἰς λόγον ὑµῶν.

(18) ἀπέχω δὲ πάντα

καὶ περισσεύω·

πεπλήρωµαι

δεξάµενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑµῶν, ὀσµὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ.

(19) ὁ δὲ θεός µου πληρώσει πᾶσαν χρείαν ὑµῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.

(20) τῷ δὲ θεῷ καὶ πατρὶ ἡµῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων {ἐστὶν}, ἀµήν.

(21) Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ.

ἀσπάζονται ὑµᾶς οἱ σὺν ἐµοὶ ἀδελφοί.

(22) ἀσπάζονται ὑµᾶς πάντες οἱ ἅγιοι,

µάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας {εἰσίν}.

(23) Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ {εἴη} µετὰ τοῦ πνεύµατος ὑµῶν.

Colossians

(1:1) Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος θεοῦ καὶ Τιµόθεος ὁ ἀδελφὸς {ἐπεστείλαµεν} (2) τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ,

χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν.

(3) Εὐχαριστοῦµεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ

πάντοτε περὶ ὑµῶν προσευχόµενοι,

(4) ἀκούσαντες τὴν πίστιν ὑµῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην

ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους (5) διὰ τὴν ἐλπίδα

τὴν ἀποκειµένην ὑµῖν ἐν τοῖς οὐρανοῖς,

ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου

(6) “τοῦ παρόντος εἰς ὑµᾶς,

καθὼς καὶ ἐν παντὶ τῷ κόσµῳ ἐστὶν

καρποφορούµενον

καὶ αὐξανόµενον

καθὼς {ποιεῖ} καὶ ἐν ὑµῖν,”

ἀφ’ ἧς ἡµέρας ἠκούσατε

καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·

(7) καθὼς ἐµάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡµῶν,

ὅς ἐστιν πιστὸς ὑπὲρ ὑµῶν διάκονος τοῦ Χριστοῦ,

(8) ὁ καὶ δηλώσας ἡµῖν τὴν ὑµῶν ἀγάπην ἐν πνεύµατι.

(9) Διὰ τοῦτο καὶ ἡµεῖς,↓

ἀφ’ ἧς ἡµέρας ἠκούσαµεν,

↑ οὐ παυόµεθα

ὑπὲρ ὑµῶν προσευχόµενοι

καὶ αἰτούµενοι,

ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήµατος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευµατικῇ,

(10) περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν,

ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες

καὶ αὐξανόµενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ,

(11) ἐν πάσῃ δυνάµει δυναµούµενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑποµονὴν καὶ µακροθυµίαν.

Μετὰ χαρᾶς (12) εὐχαριστοῦντες τῷ πατρὶ

τῷ ἱκανώσαντι ὑµᾶς εἰς τὴν µερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·

(13) ὃς ἐρρύσατο ἡµᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους

καὶ µετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,

(14) ἐν ᾧ ἔχοµεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁµαρτιῶν·

(15) ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,

(16) ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι·

τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·

(17) καὶ αὐτός ἐστιν πρὸ πάντων

καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,

(18) καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώµατος τῆς ἐκκλησίας·

ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν,

ἵνα γένηται

ἐν πᾶσιν αὐτὸς πρωτεύων,

(19) ὅτι ἐν αὐτῷ εὐδόκησεν {ὁ θεός}

πᾶν τὸ πλήρωµα κατοικῆσαι

(20) καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν,

εἰρηνοποιήσας διὰ τοῦ αἵµατος τοῦ σταυροῦ αὐτοῦ, δι’ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.

(21) “Καὶ ὑµᾶς {ἀποκατήλλαξεν}

ποτε ὄντας ἀπηλλοτριωµένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς,”

(22) νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώµατι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου

παραστῆσαι ὑµᾶς ἁγίους καὶ ἀµώµους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,

(23) εἴ γε ἐπιµένετε

τῇ πίστει τεθεµελιωµένοι καὶ ἑδραῖοι

καὶ µὴ µετακινούµενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου

οὗ ἠκούσατε,

τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν,

οὗ ἐγενόµην ἐγὼ Παῦλος διάκονος.

(24) Νῦν χαίρω ἐν τοῖς παθήµασιν ὑπὲρ ὑµῶν

καὶ ἀνταναπληρῶ τὰ ὑστερήµατα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί µου ὑπὲρ τοῦ σώµατος αὐτοῦ,

ὅ ἐστιν ἡ ἐκκλησία,

(25) ἧς ἐγενόµην ἐγὼ διάκονος κατὰ τὴν οἰκονοµίαν τοῦ θεοῦ

τὴν δοθεῖσάν µοι εἰς ὑµᾶς

πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, (26) “τὸ µυστήριον

τὸ ἀποκεκρυµµένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν

νῦν δὲ ἐφανερώθη” τοῖς ἁγίοις αὐτοῦ,

(27) οἷς↓

ἠθέλησεν ὁ θεὸς

↑ γνωρίσαι

τί {ἐστί} τὸ πλοῦτος τῆς δόξης τοῦ µυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν,

ὅ ἐστιν Χριστὸς ἐν ὑµῖν, ἡ ἐλπὶς τῆς δόξης·

(28) ὃν ἡµεῖς καταγγέλλοµεν

νουθετοῦντες πάντα ἄνθρωπον

καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ,

ἵνα παραστήσωµεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ·

(29) εἰς ὃ καὶ κοπιῶ

ἀγωνιζόµενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ

τὴν ἐνεργουµένην ἐν ἐµοὶ ἐν δυνάµει.

(2:1) Θέλω γὰρ ὑµᾶς

εἰδέναι

ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑµῶν καὶ τῶν ἐν Λαοδικείᾳ

καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν µου ἐν σαρκί,

(2) “ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν

συµβιβασθέντες ἐν ἀγάπῃ” καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ µυστηρίου τοῦ θεοῦ, Χριστοῦ,

(3) ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.

(4) Τοῦτο λέγω,

ἵνα µηδεὶς ὑµᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.

(5) εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειµι,

ἀλλὰ τῷ πνεύµατι σὺν ὑµῖν εἰµι,

χαίρων

καὶ βλέπων ὑµῶν τὴν τάξιν καὶ τὸ στερέωµα τῆς εἰς Χριστὸν πίστεως ὑµῶν.

(6) Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον,

ἐν αὐτῷ περιπατεῖτε,

(7) ἐρριζωµένοι

καὶ ἐποικοδοµούµενοι ἐν αὐτῷ

καὶ βεβαιούµενοι τῇ πίστει

καθὼς ἐδιδάχθητε,

περισσεύοντες ἐν εὐχαριστίᾳ.

(8) Βλέπετε

µή τις ὑµᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσµου καὶ οὐ κατὰ Χριστόν·

(9) ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωµα τῆς θεότητος σωµατικῶς,

(10) “καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωµένοι,

ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.”

(11) Ἐν ᾧ καὶ περιετµήθητε περιτοµῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώµατος τῆς σαρκός, ἐν τῇ περιτοµῇ τοῦ Χριστοῦ,

(12) συνταφέντες αὐτῷ ἐν τῷ βαπτισµῷ,

ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ

τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·

(13) καὶ ὑµᾶς↓

νεκροὺς ὄντας ἐν τοῖς παραπτώµασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑµῶν,

↑ συνεζωοποίησεν ὑµᾶς σὺν αὐτῷ,

χαρισάµενος ἡµῖν πάντα τὰ παραπτώµατα.

(14) ἐξαλείψας τὸ καθ’ ἡµῶν χειρόγραφον τοῖς δόγµασιν

ὃ ἦν ὑπεναντίον ἡµῖν,

καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ µέσου

προσηλώσας αὐτὸ τῷ σταυρῷ·

(15) ἀπεκδυσάµενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας

ἐδειγµάτισεν ἐν παρρησίᾳ,

θριαµβεύσας αὐτοὺς ἐν αὐτῷ.

(16) Μὴ οὖν τις ὑµᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν µέρει ἑορτῆς ἢ νεοµηνίας ἢ σαββάτων·

(17) ἅ ἐστιν σκιὰ τῶν µελλόντων,

τὸ δὲ σῶµα τοῦ Χριστοῦ {ἐστιν}.

(18) µηδεὶς ὑµᾶς καταβραβευέτω

θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων,

ἃ ἑόρακεν

ἐµβατεύων,

εἰκῇ φυσιούµενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,

(19) καὶ οὐ κρατῶν τὴν κεφαλήν,

ἐξ οὗ πᾶν τὸ σῶµα↓

διὰ τῶν ἁφῶν καὶ συνδέσµων ἐπιχορηγούµενον

καὶ συµβιβαζόµενον

↑ αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.

(20) Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσµου,

τί↓

ὡς ζῶντες ἐν κόσµῳ

↑ δογµατίζεσθε;

(21) µὴ ἅψῃ

µηδὲ γεύσῃ

µηδὲ θίγῃς,

(22) ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλµατα καὶ διδασκαλίας τῶν ἀνθρώπων,

(23) ἅτινά ἐστιν λόγον µὲν ἔχοντα σοφίας—ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώµατος,

οὐκ {ἐστιν} ἐν τιµῇ τινι—πρὸς πλησµονὴν τῆς σαρκός.

(3:1) Εἰ↓

οὖν↓

↑ συνηγέρθητε τῷ Χριστῷ,

↑ τὰ ἄνω ζητεῖτε,

οὗ ὁ Χριστός ἐστιν

ἐν δεξιᾷ τοῦ θεοῦ καθήµενος·

(2) τὰ ἄνω φρονεῖτε,

µὴ τὰ ἐπὶ τῆς γῆς {φρονεῖτε}.

(3) ἀπεθάνετε γὰρ

καὶ ἡ ζωὴ ὑµῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·

(4) ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑµῶν,

τότε καὶ ὑµεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

(5) Νεκρώσατε οὖν τὰ µέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυµίαν κακήν, καὶ τὴν πλεονεξίαν,

ἥτις ἐστὶν εἰδωλολατρία,

(6) δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

(7) ἐν οἷς καὶ ὑµεῖς περιεπατήσατέ ποτε,

ὅτε ἐζῆτε ἐν τούτοις·

(8) νυνὶ δὲ ἀπόθεσθε καὶ ὑµεῖς τὰ πάντα, ὀργήν, θυµόν, κακίαν, βλασφηµίαν, αἰσχρολογίαν ἐκ τοῦ στόµατος ὑµῶν·

(9) µὴ ψεύδεσθε εἰς ἀλλήλους,

ἀπεκδυσάµενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ

(10) καὶ ἐνδυσάµενοι τὸν νέον

τὸν ἀνακαινούµενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα

τοῦ κτίσαντος αὐτόν,

(11) ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτοµὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος,

ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός {ἔνι}.

(12) Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπηµένοι, σπλάγχνα, οἰκτιρµοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, µακροθυµίαν,

(13) ἀνεχόµενοι ἀλλήλων

καὶ χαριζόµενοι ἑαυτοῖς

ἐάν τις πρός τινα ἔχῃ µοµφήν·

καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑµῖν,

οὕτως καὶ {χαρίσασθε} ὑµεῖς·

(14) ἐπὶ πᾶσιν δὲ τούτοις “τὴν ἀγάπην {ἐνεδύσασθε},

ὅ ἐστιν” σύνδεσµος τῆς τελειότητος.

(15) καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑµῶν,

εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώµατι·

καὶ εὐχάριστοι γίνεσθε.

(16) “Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑµῖν πλουσίως,

ἐν πάσῃ σοφίᾳ διδάσκοντες

καὶ νουθετοῦντες ἑαυτούς,” ψαλµοῖς, ὕµνοις, ᾠδαῖς πνευµατικαῖς

ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑµῶν τῷ θεῷ·

(17) καὶ πᾶν↓

ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ,

↑ {ποιεῖτε} πάντα ἐν ὀνόµατι κυρίου Ἰησοῦ,

εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι’ αὐτοῦ.

(18) Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν

ὡς ἀνῆκεν ἐν κυρίῳ.

(19) Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας

καὶ µὴ πικραίνεσθε πρὸς αὐτάς.

(20) Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα,

τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ.

(21) Οἱ πατέρες, µὴ ἐρεθίζετε τὰ τέκνα ὑµῶν,

ἵνα µὴ ἀθυµῶσιν.

(22) Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, µὴ ἐν ὀφθαλµοδουλίᾳ ὡς ἀνθρωπάρεσκοι,

ἀλλ’ ἐν ἁπλότητι καρδίας {ὑπακούετε}

φοβούµενοι τὸν κύριον.

(23) ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,

(24) εἰδότες

ὅτι ἀπὸ κυρίου ἀπολήµψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονοµίας.

τῷ κυρίῳ Χριστῷ δουλεύετε·

(25) ὁ γὰρ ἀδικῶν κοµίσεται

ὃ ἠδίκησεν,

καὶ οὐκ ἔστιν προσωποληµψία.

(4:1) Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε,

εἰδότες

ὅτι καὶ ὑµεῖς ἔχετε κύριον ἐν οὐρανῷ.

(2) Τῇ προσευχῇ προσκαρτερεῖτε,

γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,

(3) προσευχόµενοι ἅµα καὶ περὶ ἡµῶν,

ἵνα ὁ θεὸς ἀνοίξῃ ἡµῖν θύραν τοῦ λόγου

λαλῆσαι τὸ µυστήριον τοῦ Χριστοῦ,

δι’ ὃ καὶ δέδεµαι,

(4) ἵνα φανερώσω αὐτὸ

ὡς δεῖ

µε λαλῆσαι.

(5) Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω

τὸν καιρὸν ἐξαγοραζόµενοι.

(6) ὁ λόγος ὑµῶν {ἔστω} πάντοτε ἐν χάριτι,

ἅλατι ἠρτυµένος,

εἰδέναι

πῶς δεῖ

ὑµᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

(7) Τὰ κατ’ ἐµὲ πάντα γνωρίσει ὑµῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,

(8) ὃν ἔπεµψα πρὸς ὑµᾶς εἰς αὐτὸ τοῦτο,↓

ἵνα γνῶτε τὰ περὶ ἡµῶν

καὶ παρακαλέσῃ τὰς καρδίας ὑµῶν,

↑ (9) σὺν Ὀνησίµῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ,

ὅς ἐστιν ἐξ ὑµῶν·

πάντα ὑµῖν γνωρίσουσιν τὰ ὧδε.

(10) Ἀσπάζεται ὑµᾶς Ἀρίσταρχος ὁ συναιχµάλωτός µου

καὶ {ἀσπάζεται} Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ

περὶ οὗ ἐλάβετε ἐντολάς,

—ἐὰν ἔλθῃ πρὸς ὑµᾶς,

δέξασθε αὐτόν—

(11) καὶ Ἰησοῦς {ἀσπάζεται}

ὁ λεγόµενος Ἰοῦστος,

“οἱ ὄντες ἐκ περιτοµῆς,

οὗτοι {εἰσίν}” µόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ,

οἵτινες ἐγενήθησάν µοι παρηγορία.

(12) ἀσπάζεται ὑµᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑµῶν, δοῦλος Χριστοῦ Ἰησοῦ,

πάντοτε ἀγωνιζόµενος ὑπὲρ ὑµῶν ἐν ταῖς προσευχαῖς,

ἵνα σταθῆτε τέλειοι

καὶ πεπληροφορηµένοι ἐν παντὶ θελήµατι τοῦ θεοῦ.

(13) µαρτυρῶ γὰρ αὐτῷ

ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑµῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.

(14) ἀσπάζεται ὑµᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δηµᾶς.

(15) Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς

καὶ {ἀσπάσασθε} Νύµφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν.

(16) καὶ↓

ὅταν ἀναγνωσθῇ παρ’ ὑµῖν ἡ ἐπιστολή,

↑ ποιήσατε

ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ,

καὶ↓ τὴν {ἐπιστολὴν} ἐκ Λαοδικείας

↑ ἵνα καὶ ὑµεῖς ἀναγνῶτε.

(17) καὶ εἴπατε Ἀρχίππῳ·

βλέπε τὴν διακονίαν

ἣν παρέλαβες ἐν κυρίῳ,

ἵνα αὐτὴν πληροῖς.

(18) Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου.

µνηµονεύετέ µου τῶν δεσµῶν.

ἡ χάρις {εἴη} µεθ’ ὑµῶν.

1 Thessalonians

(1:1) Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος {ἐπεστείλαµεν} τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ,

χάρις {εἴη} ὑµῖν καὶ εἰρήνη.

(2) Εὐχαριστοῦµεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑµῶν

µνείαν ποιούµενοι ἐπὶ τῶν προσευχῶν ἡµῶν,

ἀδιαλείπτως (3) µνηµονεύοντες ὑµῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑποµονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἔµπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡµῶν,

(4) εἰδότες, ἀδελφοὶ↓

ἠγαπηµένοι ὑπὸ τοῦ θεοῦ,

↑ τὴν ἐκλογὴν ὑµῶν,

(5) ὅτι τὸ εὐαγγέλιον ἡµῶν οὐκ ἐγενήθη εἰς ὑµᾶς ἐν λόγῳ µόνον ἀλλὰ καὶ ἐν δυνάµει καὶ ἐν πνεύµατι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ,

καθὼς οἴδατε

οἷοι ἐγενήθηµεν ἐν ὑµῖν δι’ ὑµᾶς.

(6) Καὶ ὑµεῖς µιµηταὶ ἡµῶν ἐγενήθητε καὶ τοῦ κυρίου,

δεξάµενοι τὸν λόγον ἐν θλίψει πολλῇ µετὰ χαρᾶς πνεύµατος ἁγίου,

(7) ὥστε γενέσθαι ὑµᾶς τύπον πᾶσιν

τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.

(8) ἀφ’ ὑµῶν “γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ µόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ,

ἀλλ’ ἐν παντὶ τόπῳ ἡ πίστις ὑµῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν,”

ὥστε µὴ χρείαν ἔχειν ἡµᾶς

λαλεῖν τι.

(9) αὐτοὶ γὰρ περὶ ἡµῶν ἀπαγγέλλουσιν

ὁποίαν εἴσοδον ἔσχοµεν πρὸς ὑµᾶς,

καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων

δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ

(10) καὶ ἀναµένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν,↓

ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν,

↑ Ἰησοῦν

τὸν ῥυόµενον ἡµᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχοµένης.

(2:1) Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡµῶν τὴν πρὸς ὑµᾶς

ὅτι οὐ κενὴ γέγονεν,

(2) ἀλλὰ↓

προπαθόντες

καὶ ὑβρισθέντες,

καθὼς οἴδατε,

↑ ἐν Φιλίπποις ἐπαρρησιασάµεθα ἐν τῷ θεῷ ἡµῶν

λαλῆσαι πρὸς ὑµᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι.

(3) ἡ γὰρ παράκλησις ἡµῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ {ἐστιν},

(4) ἀλλὰ↓

καθὼς δεδοκιµάσµεθα ὑπὸ τοῦ θεοῦ

πιστευθῆναι τὸ εὐαγγέλιον,

↑ οὕτως λαλοῦµεν,

οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ

τῷ δοκιµάζοντι τὰς καρδίας ἡµῶν.

(5) Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθηµεν,

—καθὼς οἴδατε,—

οὔτε ἐν προφάσει πλεονεξίας,

θεὸς µάρτυς {ἐστὶν},

(6) οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ’ ὑµῶν οὔτε ἀπ’ ἄλλων,

(7) δυνάµενοι

ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.

ἀλλ’ ἐγενήθηµεν νήπιοι ἐν µέσῳ ὑµῶν,

ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα,

(8) οὕτως↓

ὁµειρόµενοι ὑµῶν

↑ εὐδοκοῦµεν

µεταδοῦναι ὑµῖν οὐ µόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς,

διότι ἀγαπητοὶ ἡµῖν ἐγενήθητε.

(9) Μνηµονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡµῶν καὶ τὸν µόχθον·

νυκτὸς καὶ ἡµέρας ἐργαζόµενοι

πρὸς τὸ µὴ ἐπιβαρῆσαί τινα ὑµῶν

ἐκηρύξαµεν εἰς ὑµᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.

(10) ὑµεῖς µάρτυρες {εἰσίν} καὶ ὁ θεός,

ὡς ὁσίως καὶ δικαίως καὶ ἀµέµπτως ὑµῖν↓

τοῖς πιστεύουσιν

↑ ἐγενήθηµεν,

(11) “καθάπερ οἴδατε,

ὡς ἕνα ἕκαστον ὑµῶν

ὡς πατὴρ τέκνα ἑαυτοῦ

(12) παρακαλοῦντες ὑµᾶς

καὶ παραµυθούµενοι

καὶ µαρτυρόµενοι”

εἰς τὸ περιπατεῖν ὑµᾶς ἀξίως τοῦ θεοῦ

τοῦ καλοῦντος ὑµᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.

(13) Καὶ διὰ τοῦτο καὶ ἡµεῖς εὐχαριστοῦµεν τῷ θεῷ ἀδιαλείπτως,

ὅτι↓

παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡµῶν τοῦ θεοῦ

↑ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ↓

—καθώς ἐστιν ἀληθῶς—

↑ λόγον θεοῦ,

ὃς καὶ ἐνεργεῖται ἐν ὑµῖν

τοῖς πιστεύουσιν.

(14) Ὑµεῖς γὰρ µιµηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ

τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ,

ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑµεῖς ὑπὸ τῶν ἰδίων συµφυλετῶν

καθὼς καὶ αὐτοὶ {ἔπαθον} ὑπὸ τῶν Ἰουδαίων,

(15) τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας

καὶ ἡµᾶς ἐκδιωξάντων

καὶ θεῷ µὴ ἀρεσκόντων

καὶ {ποιουντῶν κακὸν} πᾶσιν ἀνθρώποις ἐναντίων,

(16) κωλυόντων ἡµᾶς

τοῖς ἔθνεσιν λαλῆσαι

ἵνα σωθῶσιν,

εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁµαρτίας πάντοτε.

ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.

(17) Ἡµεῖς δέ, ἀδελφοί,↓

ἀπορφανισθέντες ἀφ’ ὑµῶν—πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ,—

↑ περισσοτέρως ἐσπουδάσαµεν

τὸ πρόσωπον ὑµῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυµίᾳ.

(18) διότι ἠθελήσαµεν

ἐλθεῖν πρὸς ὑµᾶς,—ἐγὼ µὲν Παῦλος—καὶ ἅπαξ καὶ δίς,

καὶ ἐνέκοψεν ἡµᾶς ὁ σατανᾶς.

(19) τίς γὰρ {ἐστιν} ἡµῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως↓

—ἢ οὐχὶ καὶ ὑµεῖς {ἐστε}—

↑ ἔµπροσθεν τοῦ κυρίου ἡµῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;

(20) ὑµεῖς γάρ ἐστε ἡ δόξα ἡµῶν καὶ ἡ χαρά.

(3:1) Διὸ↓

µηκέτι στέγοντες

↑ εὐδοκήσαµεν

καταλειφθῆναι ἐν Ἀθήναις µόνοι

(2) καὶ ἐπέµψαµεν Τιµόθεον, τὸν ἀδελφὸν ἡµῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ,

“εἰς τὸ στηρίξαι ὑµᾶς

καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑµῶν

(3) τὸ µηδένα σαίνεσθαι” ἐν ταῖς θλίψεσιν ταύταις.

αὐτοὶ γὰρ οἴδατε

ὅτι εἰς τοῦτο κείµεθα·

(4) καὶ γὰρ↓

ὅτε πρὸς ὑµᾶς ἦµεν,

↑ προελέγοµεν ὑµῖν

ὅτι µέλλοµεν

θλίβεσθαι,

καθὼς καὶ ἐγένετο

—καὶ οἴδατε.—

(5) διὰ τοῦτο κἀγὼ↓

µηκέτι στέγων

↑ ἔπεµψα {αὐτὸν}

εἰς τὸ γνῶναι τὴν πίστιν ὑµῶν,

{ἵνα} µή πως ἐπείρασεν ὑµᾶς ὁ πειράζων

καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡµῶν.

(6) Ἄρτι δὲ ἐλθόντος Τιµοθέου πρὸς ἡµᾶς ἀφ’ ὑµῶν

καὶ εὐαγγελισαµένου ἡµῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑµῶν

καὶ {οὕτως ἐστιν}

ὅτι ἔχετε µνείαν ἡµῶν ἀγαθὴν πάντοτε,

ἐπιποθοῦντες

ἡµᾶς ἰδεῖν

καθάπερ καὶ ἡµεῖς ὑµᾶς,

(7) διὰ τοῦτο παρεκλήθηµεν, ἀδελφοί, ἐφ’ ὑµῖν ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡµῶν διὰ τῆς ὑµῶν πίστεως,

(8) ὅτι νῦν ζῶµεν

ἐὰν ὑµεῖς στήκετε ἐν κυρίῳ.

(9) τίνα γὰρ εὐχαριστίαν δυνάµεθα

τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑµῶν ἐπὶ πάσῃ τῇ χαρᾷ

ᾗ χαίροµεν δι’ ὑµᾶς ἔµπροσθεν τοῦ θεοῦ ἡµῶν,

(10) νυκτὸς καὶ ἡµέρας ὑπερεκπερισσοῦ δεόµενοι

εἰς τὸ ἰδεῖν ὑµῶν τὸ πρόσωπον

καὶ καταρτίσαι τὰ ὑστερήµατα τῆς πίστεως ὑµῶν;

(11) Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡµῶν καὶ ὁ κύριος ἡµῶν Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡµῶν πρὸς ὑµᾶς·

(12) ὑµᾶς δὲ ὁ κύριος πλεονάσαι

καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας

καθάπερ καὶ ἡµεῖς εἰς ὑµᾶς,

(13) εἰς τὸ στηρίξαι ὑµῶν τὰς καρδίας ἀµέµπτους ἐν ἁγιωσύνῃ ἔµπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡµῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡµῶν Ἰησοῦ µετὰ πάντων τῶν ἁγίων αὐτοῦ, ἀµήν.

(4:1) Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶµεν ὑµᾶς

καὶ παρακαλοῦµεν ἐν κυρίῳ Ἰησοῦ,

ἵνα↓

καθὼς παρελάβετε παρ’ ἡµῶν

τὸ πῶς δεῖ

ὑµᾶς περιπατεῖν

καὶ ἀρέσκειν θεῷ,

καθὼς καὶ περιπατεῖτε,

↑ ἵνα περισσεύητε µᾶλλον.

(2) οἴδατε γὰρ

τίνας παραγγελίας ἐδώκαµεν ὑµῖν διὰ τοῦ κυρίου Ἰησοῦ.

(3) Τοῦτο γάρ ἐστιν θέληµα τοῦ θεοῦ, ὁ ἁγιασµὸς ὑµῶν,

ἀπέχεσθαι ὑµᾶς ἀπὸ τῆς πορνείας,

(4) εἰδέναι ἕκαστον ὑµῶν

τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασµῷ καὶ τιµῇ,

(5) µὴ ἐν πάθει ἐπιθυµίας {κτᾶσθαι}

καθάπερ καὶ τὰ ἔθνη

τὰ µὴ εἰδότα τὸν θεόν,

(6) τὸ µὴ ὑπερβαίνειν

καὶ πλεονεκτεῖν ἐν τῷ πράγµατι τὸν ἀδελφὸν αὐτοῦ,

διότι ἔκδικος κύριος {ἐστιν} περὶ πάντων τούτων,

καθὼς καὶ προείπαµεν ὑµῖν

καὶ διεµαρτυράµεθα.

(7) οὐ γὰρ ἐκάλεσεν ἡµᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ

ἀλλ’ {ἐκάλεσεν} ἐν ἁγιασµῷ.

(8) τοιγαροῦν↓

ὁ ἀθετῶν

↑ οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν

τὸν καὶ διδόντα τὸ πνεῦµα αὐτοῦ τὸ ἅγιον εἰς ὑµᾶς.

(9) Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε

γράφειν ὑµῖν,

αὐτοὶ γὰρ ὑµεῖς θεοδίδακτοί ἐστε

εἰς τὸ ἀγαπᾶν ἀλλήλους,

(10) καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.

Παρακαλοῦµεν δὲ ὑµᾶς, ἀδελφοί,

περισσεύειν µᾶλλον

(11) καὶ φιλοτιµεῖσθαι

ἡσυχάζειν

καὶ πράσσειν τὰ ἴδια

καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑµῶν,

καθὼς ὑµῖν παρηγγείλαµεν,

(12) ἵνα περιπατῆτε εὐσχηµόνως πρὸς τοὺς ἔξω

καὶ µηδενὸς χρείαν ἔχητε.

(13) Οὐ θέλοµεν δὲ

ὑµᾶς ἀγνοεῖν, ἀδελφοί,

περὶ τῶν κοιµωµένων,

ἵνα µὴ λυπῆσθε

καθὼς καὶ οἱ λοιποὶ

οἱ µὴ ἔχοντες ἐλπίδα.

(14) εἰ↓

γὰρ↓

↑ πιστεύοµεν

ὅτι Ἰησοῦς ἀπέθανεν

καὶ ἀνέστη,

↑ οὕτως καὶ ὁ θεὸς↓

τοὺς κοιµηθέντας διὰ τοῦ Ἰησοῦ

↑ ἄξει σὺν αὐτῷ.

(15) Τοῦτο γὰρ ὑµῖν λέγοµεν ἐν λόγῳ κυρίου,

ὅτι ἡµεῖς↓

οἱ ζῶντες

οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου

↑ οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας·

(16) ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσµατι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ

καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,

(17) ἔπειτα ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι ἅµα σὺν αὐτοῖς ἁρπαγησόµεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα·

καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόµεθα.

(18) Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

(5:1) Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε

ὑµῖν γράφεσθαι,

(2) αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε

ὅτι ἡµέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.

(3) ὅταν λέγωσιν·

εἰρήνη καὶ ἀσφάλεια {ἐστιν},

τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος

ὥσπερ ἡ ὠδὶν {ἐφίσταται}

τῇ ἐν γαστρὶ ἐχούσῃ,

καὶ οὐ µὴ ἐκφύγωσιν.

(4) ὑµεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει,

ἵνα ἡ ἡµέρα ὑµᾶς ὡς κλέπτης καταλάβῃ·

(5) πάντες γὰρ ὑµεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡµέρας.

Οὐκ ἐσµὲν νυκτὸς οὐδὲ σκότους·

(6) ἄρα οὖν µὴ καθεύδωµεν ὡς οἱ λοιποὶ

ἀλλὰ γρηγορῶµεν

καὶ νήφωµεν.

(7) Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν

καὶ οἱ µεθυσκόµενοι νυκτὸς µεθύουσιν·

(8) ἡµεῖς δὲ↓

ἡµέρας ὄντες

↑ νήφωµεν

ἐνδυσάµενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·

(9) ὅτι οὐκ ἔθετο ἡµᾶς ὁ θεὸς εἰς ὀργὴν

ἀλλ’ {ἔθετο} εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ

(10) τοῦ ἀποθανόντος ὑπὲρ ἡµῶν,

ἵνα↓

εἴτε γρηγορῶµεν

εἴτε καθεύδωµεν

↑ ἅµα σὺν αὐτῷ ζήσωµεν.

(11) Διὸ παρακαλεῖτε ἀλλήλους

καὶ οἰκοδοµεῖτε εἷς τὸν ἕνα,

καθὼς καὶ ποιεῖτε.

(12) Ἐρωτῶµεν δὲ ὑµᾶς, ἀδελφοί,

εἰδέναι

τοὺς κοπιῶντας ἐν ὑµῖν

καὶ προϊσταµένους ὑµῶν ἐν κυρίῳ

καὶ νουθετοῦντας ὑµᾶς

(13) καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν.

εἰρηνεύετε ἐν ἑαυτοῖς.

(14) Παρακαλοῦµεν δὲ ὑµᾶς, ἀδελφοί,

νουθετεῖτε τοὺς ἀτάκτους,

παραµυθεῖσθε τοὺς ὀλιγοψύχους,

ἀντέχεσθε τῶν ἀσθενῶν,

µακροθυµεῖτε πρὸς πάντας.

(15) ὁρᾶτε

{ἵνα} µή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ,

ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.

(16) Πάντοτε χαίρετε,

(17) ἀδιαλείπτως προσεύχεσθε,

(18) ἐν παντὶ εὐχαριστεῖτε·

τοῦτο γὰρ θέληµα {ἐστιν} θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑµᾶς.

(19) τὸ πνεῦµα µὴ σβέννυτε,

(20) προφητείας µὴ ἐξουθενεῖτε,

(21) πάντα δὲ δοκιµάζετε,

τὸ καλὸν κατέχετε,

(22) ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

(23) Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑµᾶς ὁλοτελεῖς,

καὶ ὁλόκληρον ὑµῶν τὸ πνεῦµα καὶ ἡ ψυχὴ καὶ τὸ σῶµα ἀµέµπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.

(24) πιστὸς {ἐστιν}

ὁ καλῶν ὑµᾶς,

ὃς καὶ ποιήσει.

(25) Ἀδελφοί, προσεύχεσθε καὶ περὶ ἡµῶν.

(26) Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήµατι ἁγίῳ.

(27) Ἐνορκίζω ὑµᾶς τὸν κύριον

ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.

(28) Ἡ χάρις τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ {εἴη} µεθ’ ὑµῶν.

2 Thessalonians

(1:1) Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος {ἐπεστείλαµεν} τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡµῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ,

(2) χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(3) Εὐχαριστεῖν↓

ὀφείλοµεν

↑ τῷ θεῷ πάντοτε περὶ ὑµῶν, ἀδελφοί,

καθὼς ἄξιόν ἐστιν,

ὅτι ὑπεραυξάνει ἡ πίστις ὑµῶν

καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑµῶν εἰς ἀλλήλους,

(4) ὥστε αὐτοὺς ἡµᾶς ἐν ὑµῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑποµονῆς ὑµῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγµοῖς ὑµῶν καὶ ταῖς θλίψεσιν

αἷς ἀνέχεσθε,

(5) {τοῦτο ἐστιν} ἔνδειγµα τῆς δικαίας κρίσεως τοῦ θεοῦ

εἰς τὸ καταξιωθῆναι ὑµᾶς τῆς βασιλείας τοῦ θεοῦ,

ὑπὲρ ἧς καὶ πάσχετε,

(6) εἴπερ δίκαιον {ἐστιν} παρὰ θεῷ

ἀνταποδοῦναι↓

τοῖς θλίβουσιν ὑµᾶς

↑ θλῖψιν

(7) καὶ ὑµῖν↓

τοῖς θλιβοµένοις

↑ ἄνεσιν {διδόναι} µεθ’ ἡµῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ µετ’ ἀγγέλων δυνάµεως αὐτοῦ (8) “ἐν πυρὶ φλογός,

διδόντος” ἐκδίκησιν

τοῖς µὴ εἰδόσιν θεὸν

καὶ τοῖς µὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡµῶν

Ἰησοῦ,

(9) οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,

(10) ὅταν ἔλθῃ↓

ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ

καὶ θαυµασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν,

—ὅτι ἐπιστεύθη τὸ µαρτύριον ἡµῶν ἐφ’ ὑµᾶς,—

↑ ἐν τῇ ἡµέρᾳ ἐκείνῃ.

(11) Εἰς ὃ καὶ προσευχόµεθα πάντοτε περὶ ὑµῶν,

ἵνα ὑµᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡµῶν

καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάµει,

(12) ὅπως ἐνδοξασθῇ τὸ ὄνοµα τοῦ κυρίου ἡµῶν Ἰησοῦ ἐν ὑµῖν,

καὶ ὑµεῖς {ἐνδοξασθῶσιν} ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(2:1) Ἐρωτῶµεν δὲ ὑµᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ ἡµῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν

(2) εἰς τὸ µὴ ταχέως σαλευθῆναι ὑµᾶς ἀπὸ τοῦ νοὸς

µηδὲ θροεῖσθαι, µήτε διὰ πνεύµατος µήτε διὰ λόγου µήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡµῶν,

ὡς ὅτι ἐνέστηκεν ἡ ἡµέρα τοῦ κυρίου·

(3) Μή τις ὑµᾶς ἐξαπατήσῃ κατὰ µηδένα τρόπον.

“ὅτι {ἡ ἐκείνη ἡµέρα οὐκ ἔρχεται}

ἐὰν µὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον

καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνοµίας, ὁ υἱὸς τῆς ἀπωλείας, (4) ὁ ἀντικείµενος

καὶ ὑπεραιρόµενος

ἐπὶ πάντα λεγόµενον θεὸν ἢ σέβασµα,

ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι

ἀποδεικνύντα ἑαυτὸν

ὅτι ἐστὶν θεός.

(5) Οὐ µνηµονεύετε

ὅτι↓

ἔτι ὢν πρὸς ὑµᾶς

↑ ταῦτα ἔλεγον ὑµῖν;”

(6) καὶ νῦν τὸ κατέχον οἴδατε

εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.

(7) τὸ γὰρ µυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνοµίας·

—µόνον {ἐστιν} ὁ κατέχων ἄρτι

ἕως ἐκ µέσου γένηται.—

(8) καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνοµος,

ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύµατι τοῦ στόµατος αὐτοῦ

καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,

(9) οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάµει καὶ σηµείοις καὶ τέρασιν ψεύδους (10) καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυµένοις,

ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο

εἰς τὸ σωθῆναι αὐτούς.

(11) καὶ διὰ τοῦτο πέµπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης

εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,

(12) ἵνα κριθῶσιν πάντες

οἱ µὴ πιστεύσαντες τῇ ἀληθείᾳ

ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ.

(13) Ἡµεῖς δὲ ὀφείλοµεν

εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑµῶν, ἀδελφοὶ

ἠγαπηµένοι ὑπὸ κυρίου,

ὅτι εἵλατο ὑµᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασµῷ πνεύµατος καὶ πίστει ἀληθείας,

(14) εἰς ὃ καὶ ἐκάλεσεν ὑµᾶς διὰ τοῦ εὐαγγελίου ἡµῶν εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ.

(15) Ἄρα οὖν, ἀδελφοί, στήκετε

καὶ κρατεῖτε τὰς παραδόσεις

ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡµῶν.

(16) Αὐτὸς δὲ ὁ κύριος ἡµῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς ὁ πατὴρ ἡµῶν↓

ὁ ἀγαπήσας ἡµᾶς

καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,

↑ (17) παρακαλέσαι ὑµῶν τὰς καρδίας

καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

(3:1) Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡµῶν,

ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ

καὶ δοξάζηται

καθὼς {δοξάζηται} καὶ πρὸς ὑµᾶς,

(2) καὶ ἵνα ῥυσθῶµεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων·

οὐ γὰρ πάντων ἡ πίστις {ἐστιν}.

(3) Πιστὸς δέ ἐστιν ὁ κύριος,

ὃς στηρίξει ὑµᾶς

καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.

(4) πεποίθαµεν δὲ ἐν κυρίῳ ἐφ’ ὑµᾶς,

ὅτι↓

ἃ παραγγέλλοµεν

↑ καὶ ποιεῖτε

καὶ ποιήσετε.

(5) Ὁ δὲ κύριος κατευθύναι ὑµῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑποµονὴν τοῦ Χριστοῦ.

(6) Παραγγέλλοµεν δὲ ὑµῖν, ἀδελφοί, ἐν ὀνόµατι τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ

στέλλεσθαι ὑµᾶς ἀπὸ παντὸς ἀδελφοῦ

ἀτάκτως περιπατοῦντος

καὶ µὴ κατὰ τὴν παράδοσιν

ἣν παρελάβοσαν παρ’ ἡµῶν.

(7) Αὐτοὶ γὰρ οἴδατε

πῶς δεῖ

µιµεῖσθαι ἡµᾶς,

ὅτι οὐκ ἠτακτήσαµεν ἐν ὑµῖν

(8) οὐδὲ δωρεὰν ἄρτον ἐφάγοµεν παρά τινος,

ἀλλ’ {ἄρτον ἐφάγοµεν}

ἐν κόπῳ καὶ µόχθῳ νυκτὸς καὶ ἡµέρας ἐργαζόµενοι

πρὸς τὸ µὴ ἐπιβαρῆσαί τινα ὑµῶν·

(9) {ἐστιν} οὐχ

ὅτι οὐκ ἔχοµεν ἐξουσίαν,

ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶµεν ὑµῖν

εἰς τὸ µιµεῖσθαι ἡµᾶς.

(10) καὶ γὰρ↓

ὅτε ἦµεν πρὸς ὑµᾶς,

↑ τοῦτο παρηγγέλλοµεν ὑµῖν,

ὅτι

εἴ τις οὐ θέλει

ἐργάζεσθαι

µηδὲ ἐσθιέτω.

(11) Ἀκούοµεν γάρ τινας

περιπατοῦντας ἐν ὑµῖν ἀτάκτως

µηδὲν ἐργαζοµένους

ἀλλὰ περιεργαζοµένους·

(12) τοῖς δὲ τοιούτοις παραγγέλλοµεν

καὶ παρακαλοῦµεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ,

ἵνα↓

µετὰ ἡσυχίας ἐργαζόµενοι

↑ τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.

(13) Ὑµεῖς δέ, ἀδελφοί, µὴ ἐγκακήσητε

καλοποιοῦντες.

(14) Εἰ↓

δέ↓

↑ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡµῶν διὰ τῆς ἐπιστολῆς,

↑ τοῦτον σηµειοῦσθε

µὴ συναναµίγνυσθαι αὐτῷ,

ἵνα ἐντραπῇ·

(15) καὶ µὴ ὡς ἐχθρὸν ἡγεῖσθε,

ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

(16) Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑµῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ.

ὁ κύριος {εἴη} µετὰ πάντων ὑµῶν.

(17) Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου,

ὅ ἐστιν σηµεῖον ἐν πάσῃ ἐπιστολῇ·

οὕτως γράφω.

(18) Ἡ χάρις τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ {εἴη} µετὰ πάντων ὑµῶν.

1 Timothy

(1:1) Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ’ ἐπιταγὴν θεοῦ σωτῆρος ἡµῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡµῶν {ἐπέστειλα} (2) Τιµοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει,

χάρις ἔλεος εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡµῶν.

{πράσσε}

(3) “Καθὼς παρεκάλεσά σε

προσµεῖναι ἐν Ἐφέσῳ

πορευόµενος εἰς Μακεδονίαν,

ἵνα παραγγείλῃς τισὶν

µὴ ἑτεροδιδασκαλεῖν

(4) µηδὲ προσέχειν µύθοις καὶ γενεαλογίαις ἀπεράντοις,

αἵτινες ἐκζητήσεις παρέχουσιν µᾶλλον ἢ οἰκονοµίαν θεοῦ τὴν ἐν πίστει.”

(5) τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,

(6) ὧν τινες↓

ἀστοχήσαντες

↑ ἐξετράπησαν εἰς µαταιολογίαν

(7) θέλοντες

εἶναι νοµοδιδάσκαλοι,

µὴ νοοῦντες

µήτε

ἃ λέγουσιν

µήτε περὶ τίνων διαβεβαιοῦνται.

(8) Οἴδαµεν δὲ

ὅτι {ἐστιν} καλὸς ὁ νόµος,

ἐάν τις αὐτῷ νοµίµως χρῆται,

(9) εἰδὼς τοῦτο,

ὅτι δικαίῳ νόµος οὐ κεῖται,

ἀνόµοις δὲ {κεῖται} καὶ ἀνυποτάκτοις, ἀσεβέσιν καὶ ἁµαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ µητρολῴαις, ἀνδροφόνοις, (10) πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις,

καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται (11) κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ µακαρίου θεοῦ,

ὃ ἐπιστεύθην.

ἐγώ (12) Χάριν ἔχω↓

τῷ ἐνδυναµώσαντί µε

↑ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν,

ὅτι πιστόν µε ἡγήσατο

θέµενος εἰς διακονίαν

(13) τὸ πρότερον ὄντα βλάσφηµον καὶ διώκτην καὶ ὑβριστήν,

ἀλλ’ ἠλεήθην,

ὅτι↓

ἀγνοῶν

↑ ἐποίησα ἐν ἀπιστίᾳ·

(14) ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡµῶν µετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.

(15) πιστὸς ὁ λόγος {ἐστιν} καὶ πάσης ἀποδοχῆς ἄξιος,

ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσµον

ἁµαρτωλοὺς σῶσαι,

ὧν πρῶτός εἰµι ἐγώ.

(16) ἀλλὰ διὰ τοῦτο ἠλεήθην,

ἵνα ἐν ἐµοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν µακροθυµίαν πρὸς ὑποτύπωσιν

τῶν µελλόντων

πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.

(17) Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ µόνῳ θεῷ, τιµὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀµήν.

(18) Ταύτην τὴν παραγγελίαν παρατίθεµαί σοι, τέκνον Τιµόθεε, κατὰ τὰς↓

προαγούσας ἐπὶ σὲ

↑ προφητείας,

ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν

(19) ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν,

ἥν τινες↓

ἀπωσάµενοι περὶ τὴν πίστιν

↑ ἐναυάγησαν,

(20) ὧν ἐστιν Ὑµέναιος καὶ Ἀλέξανδρος,

οὓς παρέδωκα τῷ σατανᾷ,

ἵνα παιδευθῶσιν

µὴ βλασφηµεῖν.

(2:1) Παρακαλῶ οὖν πρῶτον πάντων

ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, (2) ὑπὲρ βασιλέων καὶ πάντων

τῶν ἐν ὑπεροχῇ ὄντων,

ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνότητι.

(3) τοῦτο καλὸν καὶ ἀπόδεκτον {ἐστιν} ἐνώπιον τοῦ σωτῆρος ἡµῶν θεοῦ,

(4) ὃς↓

πάντας ἀνθρώπους↓

↑ θέλει

↑ σωθῆναι

καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

(5) Εἷς γὰρ θεός {ἐστιν},

εἷς καὶ µεσίτης {ἐστιν} θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,

(6) ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων,

τὸ µαρτύριον καιροῖς ἰδίοις {ἐστιν}.

(7) εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος,↓

—ἀλήθειαν λέγω

οὐ ψεύδοµαι,—

↑ διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

(8) Βούλοµαι οὖν

προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ↓

ἐπαίροντας ὁσίους χεῖρας

↑ χωρὶς ὀργῆς καὶ διαλογισµοῦ.

(9) Ὡσαύτως {βούλοµαι} καὶ

γυναῖκας ἐν καταστολῇ κοσµίῳ µετὰ αἰδοῦς καὶ σωφροσύνης κοσµεῖν ἑαυτάς,

µὴ ἐν πλέγµασιν καὶ χρυσίῳ ἢ µαργαρίταις ἢ ἱµατισµῷ πολυτελεῖ, (10) ἀλλ’↓

—ὃ πρέπει γυναιξὶν

ἐπαγγελλοµέναις θεοσέβειαν,—

↑ δι’ ἔργων ἀγαθῶν.

(11) Γυνὴ ἐν ἡσυχίᾳ µανθανέτω ἐν πάσῃ ὑποταγῇ·

(12) διδάσκειν

δὲ γυναικὶ οὐκ ἐπιτρέπω

οὐδὲ

αὐθεντεῖν ἀνδρός,

ἀλλ’

εἶναι ἐν ἡσυχίᾳ.

(13) Ἀδὰµ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα.

(14) καὶ Ἀδὰµ οὐκ ἠπατήθη,

ἡ δὲ γυνὴ↓

ἐξαπατηθεῖσα

↑ ἐν παραβάσει γέγονεν·

(15) σωθήσεται δὲ {ἡ γυνὴ} διὰ τῆς τεκνογονίας,

ἐὰν µείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασµῷ µετὰ σωφροσύνης·

(3:1) πιστὸς ὁ λόγος {ἐστιν}

Εἴ τις ἐπισκοπῆς ὀρέγεται,

καλοῦ ἔργου ἐπιθυµεῖ.

(2) δεῖ οὖν

τὸν ἐπίσκοπον ἀνεπίληµπτον εἶναι, µιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσµιον, φιλόξενον, διδακτικόν, (3) µὴ πάροινον, µὴ πλήκτην, ἀλλ’ ἐπιεικῆ, ἄµαχον, ἀφιλάργυρον,

(4) τοῦ ἰδίου οἴκου καλῶς προϊστάµενον,

τέκνα ἔχοντα ἐν ὑποταγῇ, µετὰ πάσης σεµνότητος

(5)—εἰ↓

δέ↓↓

↑ τις↓

τοῦ ἰδίου οἴκου προστῆναι

↑ οὐκ οἶδεν,

↑↑ πῶς ἐκκλησίας θεοῦ ἐπιµελήσεται;—

(6) {δεῖ}

µὴ νεόφυτον {εἶναι},

ἵνα µὴ↓

τυφωθεὶς

↑ εἰς κρίµα ἐµπέσῃ τοῦ διαβόλου.

(7) δεῖ δὲ καὶ

µαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν,

ἵνα µὴ εἰς ὀνειδισµὸν ἐµπέσῃ καὶ παγίδα τοῦ διαβόλου.

(8) Διακόνους ὡσαύτως {δεῖ}

σεµνούς {εἶναι}, µὴ διλόγους,

µὴ οἴνῳ πολλῷ προσέχοντας,

{εἶναι} µὴ αἰσχροκερδεῖς,

(9) ἔχοντας τὸ µυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.

(10) καὶ οὗτοι δὲ δοκιµαζέσθωσαν πρῶτον,

εἶτα διακονείτωσαν

ἀνέγκλητοι ὄντες.

(11) Γυναῖκας ὡσαύτως {δεῖ}

σεµνάς {εἶναι}, µὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.

(12) διάκονοι ἔστωσαν µιᾶς γυναικὸς ἄνδρες,

τέκνων καλῶς προϊστάµενοι καὶ τῶν ἰδίων οἴκων.

(13) οἱ↓

γὰρ↓

↑ καλῶς διακονήσαντες

↑ βαθµὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.

(14) Ταῦτά σοι γράφω

ἐλπίζων

ἐλθεῖν πρὸς σὲ ἐν τάχει·

(15) ἐὰν↓

δὲ {ἐστιν}

↑ βραδύνω,

ἵνα εἰδῇς

πῶς δεῖ

ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι,

ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωµα τῆς ἀληθείας.

(16) καὶ ὁµολογουµένως µέγα ἐστὶν τὸ τῆς εὐσεβείας µυστήριον·

ὃς ἐφανερώθη ἐν σαρκί,

ἐδικαιώθη ἐν πνεύµατι,

ὤφθη ἀγγέλοις,

ἐκηρύχθη ἐν ἔθνεσιν,

ἐπιστεύθη ἐν κόσµῳ,

ἀνελήµφθη ἐν δόξῃ.

(4:1) Τὸ δὲ πνεῦµα ῥητῶς λέγει

ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως

προσέχοντες πνεύµασιν πλάνοις καὶ διδασκαλίαις δαιµονίων, (2) ἐν ὑποκρίσει ψευδολόγων,

κεκαυστηριασµένων τὴν ἰδίαν συνείδησιν,

(3) κωλυόντων

γαµεῖν,

{κωλυόντων}

ἀπέχεσθαι βρωµάτων,

ἃ ὁ θεὸς ἔκτισεν εἰς µετάληµψιν µετὰ εὐχαριστίας τοῖς πιστοῖς

καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν.

(4) ὅτι πᾶν κτίσµα θεοῦ καλὸν {ἐστιν}

καὶ οὐδὲν ἀπόβλητον {ἐστιν}

µετὰ εὐχαριστίας λαµβανόµενον·

(5) ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.

(6) Ταῦτα ὑποτιθέµενος τοῖς ἀδελφοῖς

καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ,

ἐντρεφόµενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας

ᾗ παρηκολούθηκας·

(7) τοὺς δὲ βεβήλους καὶ γραώδεις µύθους παραιτοῦ.

Γύµναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·

(8) ἡ γὰρ σωµατικὴ γυµνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιµος,

ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιµός ἐστιν

ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς µελλούσης.

(9) πιστὸς ὁ λόγος {ἐστὶν} καὶ πάσης ἀποδοχῆς ἄξιος·

(10) εἰς τοῦτο γὰρ κοπιῶµεν

καὶ ἀγωνιζόµεθα,

ὅτι ἠλπίκαµεν ἐπὶ θεῷ ζῶντι,

ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων µάλιστα πιστῶν.

(11) Παράγγελλε ταῦτα

καὶ δίδασκε.

(12) Μηδείς σου τῆς νεότητος καταφρονείτω,

ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.

(13) ἕως ἔρχοµαι

πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.

(14) µὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος,

ὃ ἐδόθη σοι διὰ προφητείας µετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.

(15) ταῦτα µελέτα,

ἐν τούτοις ἴσθι,

ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.

(16) ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ,

ἐπίµενε αὐτοῖς·

τοῦτο↓

γὰρ↓

↑ ποιῶν

↑ καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

(5:1) Πρεσβυτέρῳ µὴ ἐπιπλήξῃς

ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, (2) πρεσβυτέρας ὡς µητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.

(3) Χήρας τίµα τὰς ὄντως χήρας.

(4) εἰ↓

δέ↓

↑ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει,

↑ µανθανέτωσαν {τὰ τέκνα} πρῶτον

τὸν ἴδιον οἶκον εὐσεβεῖν

καὶ ἀµοιβὰς ἀποδιδόναι τοῖς προγόνοις·

τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ.

(5) ἡ δὲ ὄντως χήρα {ἐστίν}

καὶ↓

µεµονωµένη

↑ ἤλπικεν ἐπὶ θεὸν

καὶ προσµένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡµέρας,

(6) ἡ δὲ σπαταλῶσα↓

ζῶσα

↑ τέθνηκεν.

(7) καὶ ταῦτα παράγγελλε,

ἵνα ἀνεπίληµπτοι ὦσιν.

(8) εἰ↓

δέ↓

↑ τις τῶν ἰδίων καὶ µάλιστα οἰκείων οὐ προνοεῖ,

↑ τὴν πίστιν ἤρνηται

καὶ {αὐτὸς} ἔστιν ἀπίστου χείρων.

(9) Χήρα καταλεγέσθω

µὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα,

ἑνὸς ἀνδρὸς γυνή {γενοµένη},

(10) ἐν ἔργοις καλοῖς µαρτυρουµένη,

εἰ ἐτεκνοτρόφησεν,

εἰ ἐξενοδόχησεν,

εἰ ἁγίων πόδας ἔνιψεν,

εἰ θλιβοµένοις ἐπήρκεσεν,

εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.

(11) νεωτέρας δὲ χήρας παραιτοῦ·

ὅταν↓

γὰρ↓

↑ καταστρηνιάσωσιν τοῦ Χριστοῦ,

γαµεῖν

↑ θέλουσιν

(12) ἔχουσαι κρίµα

ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·

(13) ἅµα δὲ καὶ ἀργαὶ µανθάνουσιν

περιερχόµεναι τὰς οἰκίας,

οὐ µόνον δὲ ἀργαὶ {εἰσίν}

ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι {εἰσίν},

λαλοῦσαι τὰ µὴ δέοντα.

(14) Βούλοµαι οὖν

νεωτέρας γαµεῖν,

τεκνογονεῖν,

οἰκοδεσποτεῖν,

µηδεµίαν ἀφορµὴν διδόναι τῷ ἀντικειµένῳ λοιδορίας χάριν·

(15) ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ.

(16) εἴ τις πιστὴ ἔχει χήρας,

ἐπαρκείτω αὐταῖς

καὶ µὴ βαρείσθω ἡ ἐκκλησία,

ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.

(17) Οἱ↓

καλῶς προεστῶτες

↑ πρεσβύτεροι διπλῆς τιµῆς ἀξιούσθωσαν,

µάλιστα {ταύτης ἀξιούσθωσαν}

οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.

(18) λέγει γὰρ ἡ γραφή·

βοῦν ἀλοῶντα οὐ φιµώσεις,

καί {λέγει}·

ἄξιος ὁ ἐργάτης τοῦ µισθοῦ αὐτοῦ.

(19) κατὰ πρεσβυτέρου κατηγορίαν µὴ παραδέχου,

ἐκτὸς εἰ µὴ ἐπὶ δύο ἢ τριῶν µαρτύρων {γίνεται}.

(20) Τοὺς ἁµαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε,

ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.

(21) Διαµαρτύροµαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων,

ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίµατος,

µηδὲν ποιῶν κατὰ πρόσκλισιν.

(22) χεῖρας ταχέως µηδενὶ ἐπιτίθει

µηδὲ κοινώνει ἁµαρτίαις ἀλλοτρίαις·

σεαυτὸν ἁγνὸν τήρει.

(23) Μηκέτι ὑδροπότει,

ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.

(24) Τινῶν ἀνθρώπων αἱ ἁµαρτίαι πρόδηλοί εἰσιν

προάγουσαι εἰς κρίσιν,

τισὶν δὲ καὶ ἐπακολουθοῦσιν·

(25) ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα {ἐστίν},

καὶ↓

τὰ ἄλλως ἔχοντα

κρυβῆναι

↑ οὐ δύνανται.

(6:1) Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι,

τοὺς ἰδίους δεσπότας πάσης τιµῆς ἀξίους ἡγείσθωσαν,

ἵνα µὴ τὸ ὄνοµα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφηµῆται.

(2) οἱ↓

δὲ↓

↑ πιστοὺς ἔχοντες δεσπότας

↑ µὴ καταφρονείτωσαν,

ὅτι ἀδελφοί εἰσιν,

ἀλλὰ µᾶλλον δουλευέτωσαν,

ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ

οἱ τῆς εὐεργεσίας ἀντιλαµβανόµενοι.

Ταῦτα δίδασκε

καὶ παρακάλει.

(3) εἴ τις ἑτεροδιδασκαλεῖ

καὶ µὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ,

(4) τετύφωται,

µηδὲν ἐπιστάµενος,

ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογοµαχίας,

ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφηµίαι, ὑπόνοιαι, πονηραί, (5) διαπαρατριβαὶ↓

διεφθαρµένων↓

↑ ἀνθρώπων

↑ τὸν νοῦν

καὶ ἀπεστερηµένων τῆς ἀληθείας,

νοµιζόντων

πορισµὸν εἶναι τὴν εὐσέβειαν.

(6) Ἔστιν δὲ πορισµὸς µέγας ἡ εὐσέβεια µετὰ αὐταρκείας·

(7) οὐδὲν γὰρ εἰσηνέγκαµεν εἰς τὸν κόσµον,

{δῆλόν} ὅτι {ἐστίν}

οὐδὲ↓

ἐξενεγκεῖν τι

↑ δυνάµεθα·

(8) ἔχοντες↓

δὲ↓

↑ διατροφὰς καὶ σκεπάσµατα,

↑ τούτοις ἀρκεσθησόµεθα.

(9) οἱ↓

δὲ↓

↑ βουλόµενοι

πλουτεῖν

↑ ἐµπίπτουσιν εἰς πειρασµὸν καὶ παγίδα καὶ ἐπιθυµίας πολλὰς ἀνοήτους καὶ βλαβεράς,

αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.

(10) ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία,

ἧς↓

τινες↓

↑ ὀρεγόµενοι

↑ ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως

καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.

(11) Σὺ δέ,—ὦ ἄνθρωπε θεοῦ,—ταῦτα φεῦγε·

δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν, ἀγάπην ὑποµονὴν πραϋπαθίαν.

(12) ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως,

ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς,

εἰς ἣν ἐκλήθης

καὶ ὡµολόγησας τὴν καλὴν ὁµολογίαν ἐνώπιον πολλῶν µαρτύρων.

(13) παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ↓

τοῦ ζῳογονοῦντος τὰ πάντα

↑ καὶ Χριστοῦ Ἰησοῦ

τοῦ µαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁµολογίαν,

(14) τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληµπτον µέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ,

(15) ἣν καιροῖς ἰδίοις δείξει ὁ µακάριος καὶ µόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,

(16) ὁ µόνος ἔχων ἀθανασίαν,

{καὶ ὁ} φῶς οἰκῶν ἀπρόσιτον,

ὃν εἶδεν οὐδεὶς ἀνθρώπων

οὐδὲ↓

ἰδεῖν

↑ δύναται·

ᾧ {εἴη} τιµὴ καὶ κράτος αἰώνιον, ἀµήν.

(17) Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε

µὴ ὑψηλοφρονεῖν

µηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ’ ἐπὶ θεῷ

τῷ παρέχοντι ἡµῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,

(18) ἀγαθοεργεῖν,

πλουτεῖν ἐν ἔργοις καλοῖς,

εὐµεταδότους εἶναι,

κοινωνικούς {εἶναι},

(19) ἀποθησαυρίζοντας ἑαυτοῖς θεµέλιον καλὸν εἰς τὸ µέλλον,

ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.

(20) Ὦ Τιµόθεε, τὴν παραθήκην φύλαξον

ἐκτρεπόµενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύµου γνώσεως,

(21) ἥν↓

τινες↓

↑ ἐπαγγελλόµενοι

↑ περὶ τὴν πίστιν ἠστόχησαν.

Ἡ χάρις {εἴη} µεθ’ ὑµῶν.

2 Timothy

(1:1) Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ {ἐπέστειλα} (2) Τιµοθέῳ ἀγαπητῷ τέκνῳ,

χάρις ἔλεος εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡµῶν.

(3) Χάριν ἔχω τῷ θεῷ,

ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει,

ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ µνείαν ἐν ταῖς δεήσεσίν µου νυκτὸς καὶ ἡµέρας,

(4) ἐπιποθῶν

σε ἰδεῖν,

µεµνηµένος σου τῶν δακρύων,

ἵνα χαρᾶς πληρωθῶ,

(5) ὑπόµνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως,

ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ µάµµῃ σου Λωΐδι καὶ τῇ µητρί σου Εὐνίκῃ,

πέπεισµαι δὲ

ὅτι καὶ ἐν σοί {ἐστιν}.

(6) Δι’ ἣν αἰτίαν ἀναµιµνῄσκω σε

ἀναζωπυρεῖν τὸ χάρισµα τοῦ θεοῦ,

ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν µου.

(7) οὐ γὰρ ἔδωκεν ἡµῖν ὁ θεὸς πνεῦµα δειλίας ἀλλὰ δυνάµεως καὶ ἀγάπης καὶ σωφρονισµοῦ.

(8) µὴ οὖν ἐπαισχυνθῇς τὸ µαρτύριον τοῦ κυρίου ἡµῶν

µηδὲ {ἐπαισχυνθῇς} ἐµὲ τὸν δέσµιον αὐτοῦ,

ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναµιν θεοῦ,

(9) τοῦ σώσαντος ἡµᾶς

καὶ καλέσαντος κλήσει ἁγίᾳ,

{ποιοῦντος οὕτως} οὐ κατὰ τὰ ἔργα ἡµῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν,

τὴν δοθεῖσαν ἡµῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων,

(10) φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡµῶν Χριστοῦ Ἰησοῦ,

καταργήσαντος µὲν τὸν θάνατον

φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου

(11) εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος,

(12) δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω·

ἀλλ’ οὐκ ἐπαισχύνοµαι,

οἶδα γὰρ

ᾧ πεπίστευκα

καὶ πέπεισµαι

ὅτι δυνατός ἐστιν

τὴν παραθήκην µου φυλάξαι εἰς ἐκείνην τὴν ἡµέραν.

(13) Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων

ὧν παρ’ ἐµοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·

(14) τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύµατος ἁγίου

τοῦ ἐνοικοῦντος ἐν ἡµῖν.

(15) Οἶδας τοῦτο,

ὅτι ἀπεστράφησάν µε πάντες οἱ ἐν τῇ Ἀσίᾳ,

ὧν ἐστιν Φύγελος καὶ Ἑρµογένης.

(16) δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ,

ὅτι πολλάκις µε ἀνέψυξεν

καὶ τὴν ἅλυσίν µου οὐκ ἐπαισχύνθη,

(17) ἀλλὰ↓

γενόµενος ἐν Ῥώµῃ

↑ σπουδαίως ἐζήτησέν µε

καὶ εὗρεν·

(18) δῴη αὐτῷ ὁ κύριος

εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡµέρᾳ.

—καὶ↓

ὅσα ἐν Ἐφέσῳ διηκόνησεν,

↑ βέλτιον σὺ γινώσκεις.—

(2:1) Σὺ οὖν, τέκνον µου, ἐνδυναµοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,

(2) καὶ↓

ἃ ἤκουσας παρ’ ἐµοῦ διὰ πολλῶν µαρτύρων,

↑ ταῦτα παράθου πιστοῖς ἀνθρώποις,

οἵτινες ἱκανοὶ ἔσονται

καὶ ἑτέρους διδάξαι.

(3) Συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.

(4) οὐδεὶς↓

στρατευόµενος

↑ ἐµπλέκεται ταῖς τοῦ βίου πραγµατείαις,

ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.

(5) ἐὰν↓

δὲ↓

↑ καὶ ἀθλῇ τις,

↑ οὐ στεφανοῦται

ἐὰν µὴ νοµίµως ἀθλήσῃ.

(6) τὸν κοπιῶντα γεωργὸν↓

δεῖ

↑ πρῶτον τῶν καρπῶν µεταλαµβάνειν.

(7) νόει

ὃ λέγω·

δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.

(8) Μνηµόνευε Ἰησοῦν Χριστὸν

ἐγηγερµένον ἐκ νεκρῶν,

ἐκ σπέρµατος Δαυίδ {ὄντα},

{τούτων [πραγµάτων] ὄντων} κατὰ τὸ εὐαγγέλιόν µου,

(9) ἐν ᾧ κακοπαθῶ µέχρι δεσµῶν ὡς κακοῦργος,

ἀλλ’ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·

(10) διὰ τοῦτο πάντα ὑποµένω διὰ τοὺς ἐκλεκτούς,

ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ µετὰ δόξης αἰωνίου.

(11) πιστὸς ὁ λόγος {ἐστιν}·

εἰ↓

γὰρ↓

↑ συναπεθάνοµεν,

↑ καὶ συζήσοµεν·

(12) εἰ ὑποµένοµεν,

καὶ συµβασιλεύσοµεν·

εἰ ἀρνησόµεθα,

κἀκεῖνος ἀρνήσεται ἡµᾶς·

(13) εἰ ἀπιστοῦµεν,

ἐκεῖνος πιστὸς µένει,

ἀρνήσασθαι↓

γὰρ↓

↑ ἑαυτὸν

↑ οὐ δύναται.

(14) Ταῦτα ὑποµίµνῃσκε

διαµαρτυρόµενος ἐνώπιον τοῦ θεοῦ

µὴ λογοµαχεῖν,

{τούτου ὄντος}—ἐπ’ οὐδὲν χρήσιµον,—ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.

(15) σπούδασον σεαυτὸν

δόκιµον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον,

ὀρθοτοµοῦντα τὸν λόγον τῆς ἀληθείας.

(16) τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο·

ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας

(17) καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νοµὴν ἕξει.

ὧν ἐστιν Ὑµέναιος καὶ Φίλητος,

(18) οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν,

λέγοντες

τὴν ἀνάστασιν ἤδη γεγονέναι,

καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.

(19) ὁ µέντοι στερεὸς θεµέλιος τοῦ θεοῦ ἕστηκεν,

ἔχων τὴν σφραγῖδα ταύτην·

ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ,

καί· ἀποστήτω ἀπὸ ἀδικίας

πᾶς ὁ ὀνοµάζων τὸ ὄνοµα κυρίου.

(20) Ἐν µεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν µόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα,

καὶ ἃ µὲν {ὄντα} εἰς τιµὴν

ἃ δὲ {ὄντα} εἰς ἀτιµίαν·

(21) ἐὰν↓

οὖν↓

↑ τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων,

↑ ἔσται σκεῦος εἰς τιµήν,

ἡγιασµένον,

εὔχρηστον {ὄν} τῷ δεσπότῃ,

εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιµασµένον.

(22) Τὰς δὲ νεωτερικὰς ἐπιθυµίας φεῦγε,

δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην

µετὰ τῶν ἐπικαλουµένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.

(23) τὰς δὲ µωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ,

εἰδὼς

ὅτι γεννῶσιν µάχας·

(24) δοῦλον↓↓

δὲ↓

↑ κυρίου↓

↑ οὐ δεῖ

↑↑ µάχεσθαι

ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,

(25) ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεµένους,

µήποτε δώῃ αὐτοῖς ὁ θεὸς µετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας

(26) καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος,

ἐζωγρηµένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέληµα.

(3:1) Τοῦτο δὲ γίνωσκε,

ὅτι ἐν ἐσχάταις ἡµέραις ἐνστήσονται καιροὶ χαλεποί·

(2) ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφηµοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, (3) ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήµεροι, ἀφιλάγαθοι, (4) προδόται προπετεῖς, τετυφωµένοι, φιλήδονοι µᾶλλον ἢ φιλόθεοι,

(5) ἔχοντες µόρφωσιν εὐσεβείας

τὴν δὲ δύναµιν αὐτῆς ἠρνηµένοι·

καὶ τούτους ἀποτρέπου.

(6) Ἐκ τούτων γάρ εἰσιν

οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας

καὶ αἰχµαλωτίζοντες γυναικάρια

σεσωρευµένα ἁµαρτίαις,

ἀγόµενα ἐπιθυµίαις ποικίλαις,

(7) πάντοτε µανθάνοντα

καὶ µηδέποτε↓

εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν

↑ δυνάµενα.

(8) ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαµβρῆς ἀντέστησαν Μωϋσεῖ,

οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ,

ἄνθρωποι {εἰσίν}↓

κατεφθαρµένοι τὸν νοῦν,

↑ ἀδόκιµοι περὶ τὴν πίστιν.

(9) ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον·

ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν,

ὡς καὶ ἡ ἐκείνων ἐγένετο.

(10) Σὺ δὲ παρηκολούθησάς µου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ µακροθυµίᾳ, τῇ ἀγάπῃ, τῇ ὑποµονῇ, (11) τοῖς διωγµοῖς, τοῖς παθήµασιν,

οἷά µοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις,

οἵους διωγµοὺς ὑπήνεγκα

καὶ ἐκ πάντων µε ἐρρύσατο ὁ κύριος.

(12) καὶ πάντες δὲ↓

οἱ θέλοντες

εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ

↑ διωχθήσονται.

(13) πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον

πλανῶντες

καὶ πλανώµενοι.

(14) Σὺ δὲ µένε

ἐν οἷς ἔµαθες

καὶ ἐπιστώθης,

εἰδὼς

παρὰ τίνων ἔµαθες,

(15) καὶ

ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράµµατα οἶδας,

τὰ δυνάµενά

σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

(16) πᾶσα γραφὴ θεόπνευστος {ἐστιν} ὠφέλιµος πρὸς διδασκαλίαν, πρὸς ἐλεγµόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,

(17) ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος,

πρὸς πᾶν ἔργον ἀγαθὸν {ᾖ} ἐξηρτισµένος.

(4:1) Διαµαρτύροµαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ↓

τοῦ µέλλοντος

κρίνειν ζῶντας καὶ νεκρούς,

↑ καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·

(2) κήρυξον τὸν λόγον,

ἐπίστηθι εὐκαίρως {ἢ} ἀκαίρως,

ἔλεγξον,

ἐπιτίµησον,

παρακάλεσον,

{ποιῶν οὕτως} ἐν πάσῃ µακροθυµίᾳ καὶ διδαχῇ.

(3) Ἔσται γὰρ καιρὸς

ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται

ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυµίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους

κνηθόµενοι τὴν ἀκοὴν

(4) καὶ ἀπὸ µὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν,

ἐπὶ δὲ τοὺς µύθους ἐκτραπήσονται.

(5) Σὺ δὲ νῆφε ἐν πᾶσιν,

κακοπάθησον,

ἔργον ποίησον εὐαγγελιστοῦ,

τὴν διακονίαν σου πληροφόρησον.

(6) Ἐγὼ γὰρ ἤδη σπένδοµαι,

καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς µου ἐφέστηκεν.

(7) τὸν καλὸν ἀγῶνα ἠγώνισµαι,

τὸν δρόµον τετέλεκα,

τὴν πίστιν τετήρηκα·

(8) λοιπὸν ἀπόκειταί µοι ὁ τῆς δικαιοσύνης στέφανος,

ὃν ἀποδώσει µοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡµέρᾳ,

ὁ δίκαιος κριτής {ὢν},

οὐ µόνον δὲ {ὢν} ἐµοὶ

ἀλλὰ καὶ {ὢν} πᾶσιν

τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.

(9) Σπούδασον

ἐλθεῖν πρός µε ταχέως·

(10) Δηµᾶς γάρ µε ἐγκατέλιπεν

ἀγαπήσας τὸν νῦν αἰῶνα

καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην,

Κρήσκης {ἐπορεύθη} εἰς Γαλατίαν,

Τίτος {ἐπορεύθη} εἰς Δαλµατίαν·

(11) Λουκᾶς ἐστιν µόνος µετ’ ἐµοῦ.

Μᾶρκον ἀναλαβὼν

ἄγε µετὰ σεαυτοῦ,

ἔστιν γάρ µοι εὔχρηστος εἰς διακονίαν.

(12) Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον.

(13) τὸν φαιλόνην↓

ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ

ἐρχόµενος

↑ φέρε, καὶ τὰ βιβλία µάλιστα τὰς µεµβράνας.

(14) Ἀλέξανδρος ὁ χαλκεὺς πολλά µοι κακὰ ἐνεδείξατο·

—ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·—

(15) ὃν καὶ σὺ φυλάσσου,

λίαν γὰρ ἀντέστη τοῖς ἡµετέροις λόγοις.

(16) Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ οὐδείς µοι παρεγένετο,

ἀλλὰ πάντες µε ἐγκατέλιπον·

µὴ αὐτοῖς λογισθείη·

(17) ὁ δὲ κύριός µοι παρέστη

καὶ ἐνεδυνάµωσέν µε,

ἵνα δι’ ἐµοῦ τὸ κήρυγµα πληροφορηθῇ

καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη,

καὶ ἐρρύσθην ἐκ στόµατος λέοντος.

(18) ῥύσεταί µε ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ

καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον·

ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀµήν.

(19) Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.

(20) Ἔραστος ἔµεινεν ἐν Κορίνθῳ,

Τρόφιµον δὲ ἀπέλιπον ἐν Μιλήτῳ

ἀσθενοῦντα.

(21) Σπούδασον

πρὸ χειµῶνος ἐλθεῖν.

Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.

(22) Ὁ κύριος {εἴη} µετὰ τοῦ πνεύµατός σου.

ἡ χάρις {εἴη} µεθ’ ὑµῶν.

Titus

(1:1) Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν (2) ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, {ἐπέστειλα} ↓

“ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων,

(3) ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγµατι,”

ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡµῶν θεοῦ,

↑ (4) Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν,

χάρις καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡµῶν.

(5) Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ,

ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ

καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους,

—ὡς ἐγώ σοι διεταξάµην,—

(6) εἴ τίς ἐστιν ἀνέγκλητος,

{ἐστιν} µιᾶς γυναικὸς ἀνήρ,

τέκνα ἔχων πιστά,

µὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα {ὢν}.

(7) δεῖ γὰρ

τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόµον, µὴ αὐθάδη, µὴ ὀργίλον, µὴ πάροινον, µὴ πλήκτην, µὴ αἰσχροκερδῆ,

(8) ἀλλὰ {εἶναι} φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ,

(9) ἀντεχόµενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου,

ἵνα δυνατὸς ᾖ

καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ

καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

(10) Εἰσὶν γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, µαταιολόγοι καὶ φρεναπάται,

µάλιστα οἱ ἐκ τῆς περιτοµῆς {εἰσίν},

(11) οὓς↓

δεῖ

↑ ἐπιστοµίζειν,

οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν

διδάσκοντες↓↓

ἃ↓

µὴ δεῖ

↑ {διδάσκειν}

↑↑ αἰσχροῦ κέρδους χάριν.

(12)—εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης·

Κρῆτες ἀεὶ ψεῦσται {εἰσίν}, κακὰ θηρία, γαστέρες ἀργαί.

(13) ἡ µαρτυρία αὕτη ἐστὶν ἀληθής.

δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόµως,

ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,

(14) µὴ προσέχοντες Ἰουδαϊκοῖς µύθοις καὶ ἐντολαῖς ἀνθρώπων

ἀποστρεφοµένων τὴν ἀλήθειαν.

(15) πάντα καθαρὰ {ἐστιν} τοῖς καθαροῖς·

τοῖς δὲ µεµιαµµένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν {ἐστιν},

ἀλλὰ µεµίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις {εἰσίν}.

(16) θεὸν↓

ὁµολογοῦσιν

↑ εἰδέναι,

τοῖς δὲ ἔργοις ἀρνοῦνται,

βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιµοι.

(2:1) Σὺ δὲ λάλει

ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.

(2) {παρακάλει}

Πρεσβύτας νηφαλίους εἶναι, σεµνούς, σώφρονας,

ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑποµονῇ·

(3) πρεσβύτιδας ὡσαύτως ἐν καταστήµατι ἱεροπρεπεῖς, µὴ διαβόλους {εἶναι}

µὴ οἴνῳ πολλῷ δεδουλωµένας,

καλοδιδασκάλους {εἶναι},

(4) ἵνα σωφρονίζωσιν τὰς νέας

φιλάνδρους εἶναι, φιλοτέκνους, (5) σώφρονας ἁγνὰς, οἰκουργοὺς ἀγαθάς,

ὑποτασσοµένας τοῖς ἰδίοις ἀνδράσιν,

ἵνα µὴ ὁ λόγος τοῦ θεοῦ βλασφηµῆται.

(6) Τοὺς νεωτέρους ὡσαύτως↓

“παρακάλει

↑ σωφρονεῖν (7) περὶ πάντα,

σεαυτὸν παρεχόµενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ, ἀφθορίαν, σεµνότητα,

(8) λόγον ὑγιῆ ἀκατάγνωστον {λέγοντα},”

ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ

µηδὲν↓

ἔχων

↑ λέγειν περὶ ἡµῶν φαῦλον.

(9) {παρακάλει}

Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι

ἐν πᾶσιν εὐαρέστους εἶναι,

µὴ ἀντιλέγοντας,

(10) µὴ νοσφιζοµένους,

ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυµένους ἀγαθήν,

ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡµῶν θεοῦ κοσµῶσιν ἐν πᾶσιν.

(11) Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις

(12) παιδεύουσα ἡµᾶς,

ἵνα↓

ἀρνησάµενοι τὴν ἀσέβειαν καὶ τὰς κοσµικὰς ἐπιθυµίας

↑ σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωµεν ἐν τῷ νῦν αἰῶνι,

(13) προσδεχόµενοι τὴν µακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ µεγάλου θεοῦ καὶ σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ,

(14) ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡµῶν,

ἵνα λυτρώσηται ἡµᾶς ἀπὸ πάσης ἀνοµίας

καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

(15) Ταῦτα λάλει

καὶ παρακάλει

καὶ ἔλεγχε µετὰ πάσης ἐπιταγῆς·

µηδείς σου περιφρονείτω.

(3:1) Ὑποµίµνῃσκε αὐτοὺς

ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι,

πειθαρχεῖν,

πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίµους εἶναι,

(2) µηδένα βλασφηµεῖν,

ἀµάχους εἶναι {ἀλλ᾽} ἐπιεικεῖς,

πᾶσαν ἐνδεικνυµένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.

(3) Ἦµεν γάρ ποτε καὶ ἡµεῖς ἀνόητοι, ἀπειθεῖς,

πλανώµενοι,

δουλεύοντες ἐπιθυµίαις καὶ ἡδοναῖς ποικίλαις,

ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες {βίον},

στυγητοί {ὄντες},

µισοῦντες ἀλλήλους.

(4) ὅτε↓

δὲ↓

↑ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡµῶν θεοῦ,

↑ (5)—οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ↓

ἃ ἐποιήσαµεν ἡµεῖς

↑ ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος—ἔσωσεν ἡµᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύµατος ἁγίου,

(6) οὗ ἐξέχεεν ἐφ’ ἡµᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡµῶν,

(7) ἵνα↓

—δικαιωθέντες τῇ ἐκείνου χάριτι—

↑ κληρονόµοι γενηθῶµεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.

(8) Πιστὸς ὁ λόγος {ἐστιν}·

καὶ περὶ τούτων βούλοµαί

σε διαβεβαιοῦσθαι,

ἵνα φροντίζωσιν

καλῶν ἔργων προΐστασθαι

οἱ πεπιστευκότες θεῷ·

ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιµα τοῖς ἀνθρώποις.

(9) µωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ µάχας νοµικὰς περιΐστασο·

εἰσὶν γὰρ ἀνωφελεῖς καὶ µάταιοι.

(10) αἱρετικὸν ἄνθρωπον µετὰ µίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,

(11) εἰδὼς

ὅτι ἐξέστραπται ὁ τοιοῦτος

καὶ ἁµαρτάνει

ὢν αὐτοκατάκριτος.

(12) Ὅταν πέµψω Ἀρτεµᾶν πρὸς σὲ ἢ Τύχικον,

σπούδασον

ἐλθεῖν πρός µε εἰς Νικόπολιν,

ἐκεῖ↓

γὰρ κέκρικα

↑ παραχειµάσαι.

(13) Ζηνᾶν τὸν νοµικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεµψον,

ἵνα µηδὲν αὐτοῖς λείπῃ.

(14) µανθανέτωσαν δὲ καὶ οἱ ἡµέτεροι

καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας,

ἵνα µὴ ὦσιν ἄκαρποι.

(15) Ἀσπάζονταί σε οἱ µετ’ ἐµοῦ πάντες.

ἄσπασαι

τοὺς φιλοῦντας ἡµᾶς ἐν πίστει.

Ἡ χάρις {εἴη} µετὰ πάντων ὑµῶν.

Philemon

(1:1) Παῦλος δέσµιος Χριστοῦ Ἰησοῦ καὶ Τιµόθεος ὁ ἀδελφὸς {ἐπεστείλαµεν} Φιλήµονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡµῶν (2) καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡµῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ,

(3) χάρις ὑµῖν καὶ εἰρήνη {εἴη} ἀπὸ θεοῦ πατρὸς ἡµῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

(4) Εὐχαριστῶ τῷ θεῷ µου πάντοτε

µνείαν σου ποιούµενος ἐπὶ τῶν προσευχῶν µου,

(5)—ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν,

ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,—

(6) ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡµῖν εἰς Χριστόν.

(7) χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου,

ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

(8) Διὸ↓

πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων

ἐπιτάσσειν σοι τὸ ἀνῆκον

↑ (9) διὰ τὴν ἀγάπην µᾶλλον παρακαλῶ,

τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης

νυνὶ δὲ καὶ δέσµιος Χριστοῦ Ἰησοῦ {ὢν}·

(10) παρακαλῶ σε περὶ τοῦ ἐµοῦ τέκνου,

ὃν ἐγέννησα ἐν τοῖς δεσµοῖς, Ὀνήσιµον,

(11) τόν ποτέ σοι ἄχρηστον {ὄντα}

νυνὶ δὲ καὶ σοὶ καὶ ἐµοὶ εὔχρηστον {ὄντα},

(12) ὃν ἀνέπεµψά σοι, αὐτόν,

τοῦτ’ ἔστιν τὰ ἐµὰ σπλάγχνα·

(13) ὃν ἐγὼ ἐβουλόµην

πρὸς ἐµαυτὸν κατέχειν,

ἵνα ὑπὲρ σοῦ µοι διακονῇ ἐν τοῖς δεσµοῖς τοῦ εὐαγγελίου,

(14) χωρὶς δὲ τῆς σῆς γνώµης↓

οὐδὲν↓

↑ ἠθέλησα

↑ ποιῆσαι,

ἵνα µὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.

(15) Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν,

ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,

(16) οὐκέτι ὡς δοῦλον {ὄντα} ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν,

µάλιστα ἐµοί {ὄντα},

πόσῳ δὲ µᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ {ὄντα}.

(17) εἰ↓

οὖν↓

↑ µε ἔχεις κοινωνόν,

↑ προσλαβοῦ αὐτὸν ὡς ἐµέ.

(18) εἰ↓

δέ↓

↑ τι ἠδίκησέν σε

ἢ ὀφείλει,

↑ τοῦτο ἐµοὶ ἐλλόγα.

(19) ἐγὼ Παῦλος ἔγραψα τῇ ἐµῇ χειρί,

ἐγὼ ἀποτίσω·

—ἵνα µὴ λέγω σοι

ὅτι καὶ σεαυτόν µοι προσοφείλεις.—

(20) ναὶ ἀδελφέ, ἐγώ σου ὀναίµην ἐν κυρίῳ·

ἀνάπαυσόν µου τὰ σπλάγχνα ἐν Χριστῷ.

(21) Πεποιθὼς τῇ ὑπακοῇ σου

ἔγραψά σοι,

εἰδὼς

ὅτι καὶ ὑπὲρ {ταῦτα}↓

ἃ λέγω

↑ ποιήσεις.

(22) ἅµα δὲ καὶ ἑτοίµαζέ µοι ξενίαν·

ἐλπίζω γὰρ

ὅτι διὰ τῶν προσευχῶν ὑµῶν χαρισθήσοµαι ὑµῖν.

(23) Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχµάλωτός µου ἐν Χριστῷ Ἰησοῦ, (24) Μᾶρκος, Ἀρίσταρχος, Δηµᾶς, Λουκᾶς, οἱ συνεργοί µου.

(25) Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ {εἴη} µετὰ τοῦ πνεύµατος ὑµῶν.

If the inline PDF is not rendering correctly, you can download the PDF file here.

Pauline Language and the Pastoral Epistles

A Study of Linguistic Variation in the Corpus Paulinum

Series:

Table of Contents

Index Card

Metrics

Metrics

All Time Past Year Past 30 Days
Abstract Views 0 0 0
Full Text Views 54 54 17
PDF Downloads 2 2 2
EPUB Downloads 0 0 0

Related Content